Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
+Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
+The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
+ +This pointer pattern extracts section.
+Ἀπῄειν ποτὲ ἐς Θετταλίαν· ἦν δέ μοι πατρικόν τι συμβόλαιον ἐκεῖ πρὸς ἄνθρωπον ἐπιχώριον· ἵππος δὲ
οἱ μὲν οὖν ἀσπασάμενοί με ᾤχοντο, ἐγὼ δὲ κόπτω προσελθὼν τὴν θύραν, καὶ μόλις μὲν καὶ βραδέως, ὑπήκουσε δ’ οὖν ἡ γυνή, εἶτα καὶ προῆλθεν. ἐγὼ μὲν ἠρόμην εἰ ἔνδον εἴη ὁ Ἵππαρχος· Ἔνδον, ἔφη· σὺ δὲ τίς ἢ τί βουλόμενος πυνθάνῃ; Γράμματα ἥκω κομίζων αὐτῷ παρὰ Δεκριανοῦ τοῦ Πατρέως σοφιστοῦ. Μεῖνόν με, ἔφη, αὐτοῦ, καὶ τὴν θύραν συγκλείσασα ᾤχετο εἴσω πάλιν· καί ποτε ἐξελθοῦσα κελεύει ἡμᾶς εἰσελθεῖν. κἀγὼ δὲ παρελθὼν εἴσω ἀσπάξομαι αὐτὸν καὶ τὰ γράμματα ἐπέδωκα. ἔτυχε δὲ ἐν ἀρχῇ δείπνου ὢν καὶ κατέκειτο ἐπὶ κλινιδίου στενοῦ, γυνὴ δὲ αὐτοῦ καθῆστο πλησίον, καὶ τράπεξα μηδὲν ἔχουσα παρέκειτο. ὁ δὲ ἐπειδὴ τοῖς γράμμασιν ἐνέτυχεν, Ἀλλ’ ὁ μὲν φίλτατος
ταῦτα εἰπόντος τὸ παιδισκάριον ἡ Παλαίστρα ἄγει μὲ καὶ δείκνυσί μοι κάλλιστον οἰκημάτιον· καί, Σὺ μέν, ἔφη, ἐπὶ ταύτης τῆς κλίνης κοιμήσῃ, τῷ δὲ παιδι σου σκιμπόδιον αὐτοῦ παραθήσω καὶ προσκεφάλαιον ἐπιθήσω. ταῦτα εἰπούσης ἡμεῖς ἀπῄειμεν λουσόμενοι δόντες αὐτῇ κριθιδίων τιμὴν εἰς τὸν ἵππον: ἡ δὲ πάντα ἔφερε λαβοῦσα εἴσω καὶ κατέθηκεν. ἡμεῖς δὲ λουσάμενοι ἀναστρέψαντες εἴσω εὐθὺς παρήλθομεν. καὶ ὁ Ἵππαρχός με δεξιωσάμενος ἐκέλευε συνανακλίνεσθαι μετ’ αὐτοῦ. τὸ δὲ δεῖπνον οὐ σφόδρα λιτόν· ὁ δὲ οἶνος ἡδὺς καὶ παλαιὸς ἦν. ἐπεὶ δὲ ἐδεδειπνήκειμεν, πότος ἦν καὶ λόγος οἷος ἐπὶ δείπνου ξένου, καὶ οὕτω τὴν ἑσπέραν ἐκείνην πότῳ δόντες ἐκοιμήθημεν. τῇ δ’ ὑστεραίᾳ ὁ Ἵππαρχος ἤρετό με,
ἀλλὰ τοῦτο μὲν ἦν σκῆψις· ἐπεθύμουν δὲ σφόδρα μείνας ἐνταῦθα ἐξευρεῖν τινα τῶν μαγεύειν ἐπισταμένων γυναικῶν καὶ θεάσασθαί τι παράδοξον, ἢ πετόμενον ἄνθρωπον ἢ λυθούμενον. καὶ τῷ ἔρωτι τῆς θέας ταύτης δοὺς ἐμαυτὸν περιῄειν τὴν πόλιν, ἀπορῶν μὲν τῆς ἀρχῆς τοῦ ζητήματος, ὅμως δὲ περιῄειν· κἀν τούτῳ γυναῖκα ὁρῶ προσιοῦσαν ἔτι νέαν, εὐπορουμένην, ὅσον ἦν ἐκ τῆς ὁδοῦ συμβαλεῖν· ἱμάτια γὰρ ἀνθινὰ καὶ παῖδες συχνοὶ καὶ χρυσίον περιττόν. ὡς δὲ πλησιαίτερον γίγνομαι, προσαγορεύει
ἐγὼ δὲ πυθόμενος ὅτι τὸ πάλαι μοι ζητούμενον οἴκοι παρ’ ἐμοὶ κάθηται, προσεῖχον οὐδὲν αὐτῇ ἔτι. ὡς δέ ποτε ἀφείθην, ἀπῄειν οἴκαδε λαλῶν πρὸς ἐμαυτὸν ἐν τῇ ὁδῷ, ἄγε δὴ σὺ ὁ φάσκων ἐπιθυμεῖν ταύτης τῆς παραδόξου θέας, ἔγειρέ μοι σεαυτὸν καὶ τέχνην εὕρισκε σοφήν, ᾗ τεύξῃ τούτων ὧν ἐρᾷς, καὶ ἐπὶ τὴν θεράπαιναν τὴν Παλαίστραν ἤδη ἀποδύου — τῆς
κἀγὼ εὐθὺς ἔνθεν ἑλών, Ὡς εὐρύθμως, ἔφην, ὦ καλὴ Παλαίστρα, τὴν πυγὴν τῇ χύτρᾳ ὁμοῦ συμπεριφέρεις καὶ κλίνεις. ἡ δὲ ὀσφὺς ἡμῖν ὑγρῶς ἐπικινεῖται. μακάριος ὅστις ἐνταῦθα ἐνεβάψατο. ἡ δὲ — σφόδρα γὰρ
κἀπειδὴ ἀφίκετο ποτε ὁ Ἵππαρχος, λουσάμενοι ἐδειπνοῦμεν καὶ πότος ἦν συχνὸς ἡμῶν ὁμιλούντων· εἶτα τοῦ ὕπνου καταψευσάμενος ἀνίσταμαι καὶ ἔργῳ ἀπῄειν ἔνθα ᾤκουν. πάντα δὲ τὰ ἔνδον εὖ παρεσκεύαστο· τῷ μὲν παιδὶ ἔξω ὑπέστρωτο, τράπεζα
ἡ δὲ ἐπειδὴ κατέκλινε τὴν δέσποιναν,
ἡ δὲ ἀποδυσαμένη τὴν ἐσθῆτα καὶ στᾶσα ὅλη γυμνὴ ἔνθεν ἤρξατο ἐπιτάττειν, Ὦ, μειράκιον, ἔκδυσαι καὶ ἀλειψάμενος ἔνθεν ἐκ τοῦ μύρου συμπλέκου τῷ ἀνταγωνιστῇ· δύο μηρῶν σπάσας κλῖνον ὑπτίαν,
κἀγὼ ἐπειδὴ ῥᾳδίως πάντα ὑπήκουσα καὶ εἰς τέλος ἡμῖν ἔληξε τὰ παλαίσματα, λέγω πρὸς τὴν Παλαίστραν ἅμα ἐπιγελάσας, Ὦ διδάσκαλε, ὁρᾷς μὲν ὅπως εὐχερῶς καὶ εὐηκόως πεπάλαισταί μοι, σκόπει δέ, μὴ οὐκ ἐν κόσμῳ τὰ παλαίσματα ὑποβάλλῃς· ἄλλα γὰρ ἐξ ἄλλων ἐπιτάττεις. ἡ δὲ ἐπὶ κόρρης πλήξασά με, Ὡς φλύαρον, ἔφη, παρέλαβον τὸν μαθητήν. σκόπει οὖν
Ἐν τοιαύταις ἡδοναῖς καὶ παιδιαῖς παλαισμάτων
ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς ἀγγέλλει πρός με ἡ Παλαίστρα ὡς ἡ δέσποινα αὐτῆς μέλλοι ὄρνις γενομένη πέτεσθαι πρὸς τὸν ἐρώμενον. κἀγώ, Νῦν, ἔφην, ὃ καιρός, ὦ Παλαίστρα, τῆς εἰς ἐμὲ χάριτος, ᾗ νῦν ἔχεις τὸν σαυτῆς ἱκέτην ἀναπαῦσαι πολυχρονίου ἐπιθυμίας. Θάρρει, ἔφη. κἀπειδὴ ἑσπέρα ἦν, ἄγει με λαβοῦσα πρὸς τὴν θύραν τοῦ δωματίου, ἔνθα ἐκεῖνοι ἐκάθευδον, καὶ κελεύει μὲ προσάγειν ὀπῇ τινι τῆς θύρας λεπτῇ καὶ σχοπεῖν τὰ γινόμενα ἔνδον. ὁρῶ οὖν τὴν μὲν γυναῖκα ἀποδυομένην. εἶτα γυμνὴ τῷ λύχνῳ προσελθοῦσα καὶ χόνδρους δύο λαβοῦσα τὸν μὲν λιβανωτὸν τῷ πυρὶ τοῦ λύχνου ἐπέθηκε καὶ στᾶσα πολλὰ τοῦ λύχνου κατελάλησεν· εἶτα κιβώτιον ἁδρὸν ἀνοίξασα, πάνυ πολλὰς ἔχον πυξίδας
ἐγὼ δὲ ὄναρ ἐκεῖνο οἰόμενος ὁρᾶν τοῖς δακτύλοις τῶν ἑαυτοῦ βλεφάρων ἡπτόμην, οὐ πιστεύων τοῖς ἐμαυτοῦ ὀφθαλμοῖς οὔθ’ ὅτι βλέπουσιν οὔθ’ ὅτι ἐγρηγόρασιν. ὡς δὲ μόλις καὶ βραδέως ἐπείσθην ὅτι μὴ καθεύδω, ἐδεόμην τότε τῆς Παλαίστρας πτερῶσαι κἀμὲ καὶ χρίσασαν ἐξ ἐκείνου τοῦ φαρμάκου ἐᾶσαι πέτεσθαί με· ἠβουλόμην γὰρ πείρᾳ μαθεῖν εἰ μεταμορφωθεὶς ἐκ τοῦ ἀνθρώπου καὶ τὴν ψυχὴν ὄρνις ἔσομαι. ἡ δὲ τὸ δωμάτιον ὑπανοίξασα κομίζει τὴν πυξίδα. ἐγὼ δὲ σπεύδων ἤδη ἀποδύσας χρίω ὅλον ἐμαυτόν, καὶ ὄρνις μὲν οὐ γίνομαι ὁ δυστυχής. ἀλλά μοι οὐρὰ ὄπισθεν ἐξῆλθε, καὶ οἱ δάκτυλοι πάντες ᾤχοντο οὐκ οἶδ’ ὅποι· ὄνυχας δὲ τοὺς πάντας τέσσαρας εἶχον, καὶ τούτους οὐδὲν ἄλλο ἢ ὁπλάς, καί μοι αἱ χεῖρες καὶ οἱ πόδες κτήνους πόδες ἐγένοντο, καὶ τὰ ὦτα δὲ μακρὰ καὶ τὸ πρόσωπον μέγα. ἐπεὶ δὲ κύκλῳ περιεσκόπουν, αὑτὸν ἑώρων ὄνον, φωνὴν δὲ ἀνθρώπου
ἡ δὲ ἀμφοτέραις ταῖς χερσὶ τυψαμένη τὸ πρόσωπον, Τάλαινα, εἶπεν, ἐγώ, μέγα εἴργασμαι κακόν· σπεύσασα γὰρ ἥμαρτον ἐν τῇ ὁμοιότητι τῶν πυξίδων καὶ ἄλλην ἔλαβον οὐχὶ τὴν τὰ πτερὰ φυουσαν.
ἐγὼ δὲ τὰ μὲν ἄλλα ὄνος ἤμην, τὰς δὲ φρένας καὶ τὸν νοῦν ἄνθρωπος ἐκεῖνος ὃ Λούκιος, δίχα τῆς φωνῆς. πολλὰ οὖν κατ’ ἐμαυτὸν μεμψάμενος τὴν Παλαίστραν ἐπὶ τῇ ἁμαρτίᾳ δακὼν τὸ χεῖλος ἀπῄειν ἔνθα ἠπιστάμην ἑστῶτα τὸν ἐμαυτοῦ ἵππον καὶ ἄλλον ἀληθινὸν ὄνον τὸν Ἱππάρχου. οἱ δὲ αἰσθόμενοί με εἴσω παριόντα, δείσαντες μὴ τοῦ χόρτου κοινωνὸς αὐτοῖς ἐπεισέρχομαι, τὰ ὦτα κατακλίναντες ἕτοιμοι ἦσαν τοῖς ποσὶν
ἐπεὶ γὰρ ἦν ἤδη νὺξ βαθεῖα καὶ σιωπὴ πολλὴ καὶ ὕπνος ὁ γλυκύς, ψοφεῖ μὲν ἔξωθεν ὁ τοῖχος ὡς διορυττόμενος, καὶ διωρύττετό γε, καὶ ὀπὴ ἤδη ἐγεγόνει ἄνθρωπον δέξασθαι δυναμένη, καὶ εὐθὺς ἄνθρωπος ταύτῃ παρῄει καὶ ἄλλος ὁμοίως, καὶ πολλοὶ ἔνδον ἦσαν καὶ πάντες εἶχον ξίφη. εἶτα καταδήσαντες ἔνδον ἐν τοῖς δωματίοις τὸν Ἵππαρχον καὶ τὴν Παλαίστραν καὶ τὸν ἐμὸν οἰκέτην ἀδεῶς ἤδη τὴν οἰκίαν ἐκένουν τά τε χρήματα καὶ τὰ ἱμάτια καὶ τὰ σκεύη κομίζοντες ἔξω. ὡς δὲ οὐδὲν ἄλλο ἔνδον κατελείπετο, λαβόντες ἐμέ τε καὶ τὸν ἄλλον ὄνον καὶ τὸν ἵππον ἐπέσαξαν, ἔπειτα ὅσα ἐβάστασαν, ἐπικατέδησαν ἡμῖν. καὶ οὕτως μέγα ἄχθος φέροντας
ἐπὶ τούτῳ ἡμέρα τε ἤδη ἣν, καὶ ἡμεῖς ὄρη πολλὰ ἀναβεβήκειμεν, καὶ στόματα δὲ ἡμῶν δεσμῷ ἐπείχετο, ὡς μὴ περιβοσκόμενοι τὴν ὁδὸν ἐς τὸ ἄριστον ἀναλίσκοιμεν· ὥστε ἐς τὴν τότε καὶ ἔμεινα ὄνος. ἐπεὶ δὲ ἦν αὐτὸ τὸ μέσον τῆς ἡμέρας, καταλύομεν εἴς τινα ἔπαυλιν συνήθων ἐκείνοις ἀνθρώπων, ὅσον ἦν ἐκ τῶν γινομένων σκοπεῖν· καὶ γὰρ
ἐν τούτῳ ὁ κηπουρὸς αἰσθόμενος καὶ ξύλον ἁρπάσας, παλινδρομῆσαι μᾶλλον ἢ κακῶς δραμεῖν.
ὀπίσω οὖν ἀπῄειν καὶ εἴσειμι αὖθις εἰς τὴν ἔπαυλιν. οἱ δὲ τοὺς μὲν κύνας δρόμῳ ἐπιφερομένους ἐδέξαντο καὶ κατέδησαν, ἐμὲ δὲ παίοντες οὐ πρότερον ἀφῆκαν πρὶν ἢ ὑπὸ τῆς ὀδύνης πάντα τὰ λάχανα κάτωθεν ἐξεμέσαι.
καὶ μὴν ὅτε ὁδοιπορεῖν ὥρα ἦν, τὰ βαρύτατα τῶν κλεμμάτων καὶ τὰ πλεῖστα ἐμοὶ ἐπέθηκαν· κἀκεῖθεν τότε οὕτως ἐξελαύνομεν. ἐπεὶ δὲ ἀπηγόρευον ἤδη παιόμενός τὲ καὶ τῷ φορτίῳ ἀχθόμενος καὶ τὰς ὁπλὰς ἐκ τῆς ὁδοῦ ἐκτετριμμένος, ἔγνων αὐτοῦ καταπεσεῖν καὶ μηδ’ ἂν ἀποσφαττωσί με ταῖς πληγαῖς, ἀναστῆναί ποτε, τοῦτο ἐλπίσας
ἐγὼ δὲ ὁρῶν ἐν τῷ συνοδοιπόρῳ τῶν ἐμῶν βουλευμάτων τὸ τέλος, ἔγνων φέρειν εὐγενῶς τὰ ἐν ποσὶ καὶ προθύμως περιπατεῖν, ἐλπίδας ἔχων πάντως ποτὲ ἐμπεσεῖσθαι εἰς τὰ ῥόδα κἀκ τούτων εἰς ἐμαυτὸν ἀνασωθήσεσθαι· καὶ τῶν
εἶτα ὀλίγῳ ὕστερον ἧκον νεανίσκοι πολλοὶ κομίζοντες πλεῖστα ὅσα χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱμάτια καὶ κόσμον γυναικεῖον καὶ ἀνδρεῖον πολύν. ἐκοινώνουν δὲ οὗτοι ἀλλήλοις· καὶ ἐπειδὴ ταῦτα
τρισὶ δὲ ὕστερον ἡμέραις μεσούσης σχεδὸν τῆς νυκτὸς ἀναστρέφουσιν οἱ λῃσταί, χρυσίον μὲν οὐδὲ ἀργύριον οὐδὲ ἄλλο οὐδὲν κομίζοντες, μόνην δὲ παρθένον ὡραίαν, σφόδρα καλήν, κλάουσαν καὶ κατεσπαραγμένην τὴν ἐσθῆτα καὶ τὴν κόμην· καὶ καταθέμενοι αὐτὴν ἔνδον ἐπὶ τῶν στιβάδων θαρρεῖν ἐκέλευον καὶ τὴν γραῦν ἐκέλευον ἀεὶ ἔνδον μένειν καὶ τὴν παῖδα ἐν φρουρᾷ ἔχειν. ἡ δὲ παῖς οὔτε ἐμφαγεῖν τι ἤθελεν οὔτε πιεῖν, ἀλλὰ πάντα ἔκλαε καὶ τὴν κόμην τὴν αὑτῆς ἐσπάραττεν· ὥστε καὶ αὐτὸς πλησίον ἑστὼς παρὰ τῇ φάτνῃ συνέκλαον ἐκείνῃ τῇ καλῇ παρθένῳ. ἐν δὲ τούτῳ οἱ λῃσταὶ ἔξω ἐν τῷ προδόμῳ ἐδείπνουν. πρὸς ἡμέραν δὲ τῶν σκοπῶν τις τῶν τὰς ὁδοὺς φρουρεῖν εἰληχότων ἔρχεται ἀγγέλλων ὅτι ξένος ταύτῃ παριέναι μέλλοι καὶ πολὺν πλοῦτον κομίζοι. οἱ δὲ οὕτως ὡς εἶχον ἀναστάντες καὶ ὁπλισάμενοι κἀμὲ καὶ τὸν ἵππον ἐπισάξαντες ἤλαυνον. ἐγὼ δὲ ὁ δυστυχὴς ἐπιστάμενος ἐπὶ μάχην καὶ πόλεμον ἐξελαύνεσθαι ὀκνηρῶς προῄειν, ἔνθεν ἐπαιόμην τῷ ξύλῳ ἐπειγομένων αὐτῶν.
ἐπεὶ δὲ ἤλθομεν εἴσω ἔνθα κατελύομεν, τὰ μὲν σκεύη τῶν ἡμετέρων ὤμων ἀφελόντες εὖ κατέθηκαν. αὐτοὶ δὲ ἀναπεσόντες ἐδείπνουν.
ἐπεὶ δὲ ἥκομεν ἔνθα ἐσχίζετο τριπλῆ ὁδός, οἱ πολέμιοι ἡμᾶς καταλαμβάνουσιν ἀναστρέφοντες καὶ πόρρωθεν εὐθὺς πρὸς τὴν σελήνην ἔγνωσαν τοὺς δυστυχεῖς αἰχμαλώτους καὶ προσδραμόντες λαμβάνονταί μου καὶ λέγουσιν, Ὦ καλὴ κἀγαθὴ σὺ παρθένος, ποῖ βαδίζεις ἀωρίᾳ ταλαίπωρε; οὐδὲ τὰ δαιμόνια δέδοικας; ἀλλὰ δεῦρο ἴθι πρὸς ἡμᾶς, ἡμεῖς σε τοῖς οἰκείοις ἀποδώσομεν, σαρδώνιον γελῶντες ἔλεγον, κἀμὲ ἀποστρέψαντες εἷλκον ὀπίσω. κἀγὼ περὶ τοῦ ποδὸς καὶ
κἀν τούτῳ ἤδη περὶ τῆς κόρης διελέγοντο πρὸς ἀλλήλους· Τί ποιοῦμεν, ἔφη τις αὐτῶν, τὴν δραπέτιν; Τί δὲ ἄλλο, εἶπεν ἕτερος, ἢ τῇ γραῒ ταύτῃ κάτω ἐπιρρίψω μὲν αὐτήν, ἀφελομένην μὲν ἡμᾶς χρήματα πολλὰ ὅσον ἐπ᾿ αὐτῇ, καὶ προδοῦσαν ἡμῖν ὅλον τὸ ἐργαστήριον; εὖ
πάντες ἀνεβόησαν ὡς ἐπὶ ἀγαθῷ μεγάλῳ τῷ τερατώδει τούτῳ εὑρήματι. ἐγὼ δὲ ἀνέστενον ἑαυτὸν ὡς ἂν ἀποσφαγησόμενος καὶ μηδὲ νεκρὸς εὐτυχὴς κεισόμενος, ἀλλὰ παρθένον ἀθλίαν ἐπιδεξόμενος καὶ θήκη οὐδὲν ἀδικούσης κόρης ἐσόμενος. ὄρθρος δὲ ἦν ἔτι καὶ ἐξαίφνης ἐφίσταται πλῆθος στρατιωτῶν ἐπὶ τοὺς μιαροὺς τούτους ἀφιγμένον, καὶ εὐθέως πάντας ἐδέσμουν καὶ ἐπὶ τὸν τῆς χώρας ἡγεμόνα ἀπῆγον. ἔτυχε δὲ καὶ ὁ τὴν κόρην μεμνηστευμένος σὺν αὐτοῖς ἐλθών· αὐτὸς γὰρ ἦν ὁ καὶ τὸ καταγώγιον τῶν λῃστῶν μηνύσας. παραλαβὼν οὖν τὴν παρθένον καὶ καθίσας ἐπ’ ἐμὲ οὕτως ἦγεν οἴκαδε. οἱ δὲ κωμῆται ὡς εἶδον ἡμᾶς ἔτι πόρρωθεν, ἔγνωσαν εὐτυχοῦντας, εὐαγγέλιον αὐτοῖς ἐμοῦ προογκησαμένου, καὶ προσδραμόντες ἠσπάζοντο καὶ ἦγον ἔσω.
ἡ δὲ παρθένος πολὺν λόγον εἶχεν ἐμοῦ δίκαιον ποιοῦσα τοῦ συναιχμαλώτου συναποδράσαντος καὶ τὸν κοινὸν αὐτῇ ἐκεῖνον θάνατον
ἐχρῆν δὲ ἄρα κἀνταῦθα ὥσπερ Κανδαύλῃ κἀμοὶ γενέσθαι· ὁ γὰρ ἐπιστάτης τῶν ἵππων τῇ αὐτοῦ γυναικὶ Μεγαπόλῃ
καὶ μὴν καὶ τὰ πολλὰ εἰς τὸ ὄρος ἄνω ἐπεμπόμην καὶ ξύλα τοῖς ὤμοις ἐκόμιζον. τοῦτο δὲ ἦν τὸ κεφάλαιον τῶν ἐμῶν κακῶν· πρῶτον μὲν ὑψηλὸν ὄρος ἀναβαίνειν ἔδει, ὀρθὴν δεινῶς ὁδόν, εἶτα καὶ
εἰ δέ ποτε οἷα κάμνων καὶ ἀχθοφορῶν καταπέσοιμι, τότε δὴ τότε τὸ δεινὸν ἀφόρητον ἦν· οὗ γὰρ ἦν καταβάντος τὴν χεῖρά μοι ἐπιδοῦναι κἀμὲ χαμόθεν ἐπεγείρειν καὶ τοῦ φορτίου ἀφελεῖν, ἄν ποτε καὶ δέοι, ὁ δὲ οὔτε κατῆλθεν οὔτε χεῖρά μοι ἐπέδωκεν, ἀλλ’ ἄνωθεν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤτων ἀρξάμενος συνέκοπτέ με τῷ ξύλῳ, ἕως ἐπεγείρωσί με αἱ πληγαί. καὶ μὴν καὶ ἄλλο κακὸν εἰς ἐμὲ ἀφόρητον ἔπαιζε· συνενεγκὼν ἀκανθῶν ὀξυτάτων φορτίον καὶ τοῦτο δεσμῷ περισφίγξας ἀπεκρέμα ὄπισθεν ἐκ τῆς οὐρᾶς, αἱ δὲ οἷον εἰκὸς ἀπιόντος τὴν ὁδὸν ἀποκρεμάμεναι προσέπιπτόν μοι καὶ πάντα μοι τὰ ὄπισθεν νύττουσαι ἐτίτρωσκον· καὶ ἦν μοι τὸ ἀμύνειν ἀδύνατον,
ἐπεὶ δέ ποτε ἅπαξ κακὰ πάσχων πολλὰ οὐκέτι φέρων πρὸς αὐτὸν λὰξ ἐκίνησα, εἶχεν ἀεὶ τοῦτο τὸ λὰξ ἐν μνήμῃ. καί ποτε κελεύεται στυππεῖον ἐξ ἑτέρου χωρίου εἰς ἕτερον χωρίον μετενεγκεῖν· κομίσας οὖν με καὶ τὸ στυππεῖον τὸ πολὺ συνενεγκὼν κατέδησεν ἐπ’ ἐμὲ καὶ
ἀλλ’ ἕτερον ὁ ἀκάθαρτος παῖς ἐξεῦρεν ἐπ᾿ ἐμὲ μακρῷ κάκιον· κομίσας γάρ με ἐς τὸ ὄρος καί μοι φορτίον ἁδρὸν ἐπιθεὶς ἐκ τῶν ξύλων, τοῦτο μὲν πιπράσκει γεωργῷ πλησίον οἰκοῦντι, ἐμὲ δὲ γυμνὸν καὶ ἄξυλον κομίσας οἴκαδε καταψεύδεταί μου πρὸς τὸν αὑτοῦ δεσπότην ἔργον ἀνόσιον· Τοῦτον, δέσποτα, τὸν ὄνον οὐκ οἷδ’ ὅ τι βόσκομεν δεινῶς ἀργὸν ὄντα καὶ βραδύν. ἀλλὰ μὴν νῦν ἐπιτηδεύει καὶ ἄλλο ἔργον· ἐπὰν γυναῖκα ἢ παρθένον καλὴν καὶ ὡραίαν ἴδῃ ἢ παῖδα, ἀπολακτίσας ἵεται δρόμῳ ἐπ’ αὐτούς, ὡς εἴ τις ἐρᾷ ἄνθρωπος ἄρρην ἐπὶ ἐρωμένῃ γυναικὶ κινούμενος, καὶ δάκνει ἐν φιλήματος σχήματι καὶ πλησιάζειν βιάξεται, ἐκ δὲ τούτου σοι δίκας καὶ πράγματα παρέξει, πάντων ὑβριζομένων, πάντων ἀνατρεπομένων. καὶ γὰρ νῦν ξύλα κομίζων γυναῖκα εἰς ἀγρὸν ἀπιοῦσαν ἰδὼν τὰ μὲν ξύλα πάντα χαμαὶ ἐσκόρπισεν ἀποσεισάμενος,
ὁ δὲ ταῦτα πυθόμενος, Ἀλλ’ εἰ μήτε βαδίζειν, ἔφη, ἐθέλει μήτε φορτηγεῖν καὶ ἔρωτας ἀνθρωπίνους ἐρᾷ ἐπὶ γυναῖκας καὶ παῖδας οἰστρούμενος, ἀποσφάξατε αὐτόν, καὶ τὰ μὲν ἔγκατα τοῖς κυσὶ δότε, τὰ δὲ κρέα τοῖς ἐργάταις φυλάξατε· καὶ ἢν ἔρηται, πῶς οὗτος ἀπέθανε, λύκου τοῦτο καταψεύσασθε. ὁ μὲν οὖν ἀκάθαρτος παῖς ὁ ἐμὸς ὀνηλάτης ἔχαιρε καί με αὐτίκα ἤθελεν ἀποσφάττειν. ἀλλ’ ἔτυχε γάρ τις παρὼν τότε τῶν γειτόνων γεωργῶν· οὗτος ἐρρύσατό μὲ ἐκ τοῦ θανάτου δεινὰ ἐπ’ ἐμοὶ βουλευσάμενος. Μηδαμῶς, ἔφη, ἀποσφάξῃς ὄνον καὶ ἀλεῖν καὶ ἀχθοφορεῖν δυνάμενον· καὶ οὐ μέγα. ἐπειδὴ γὰρ εἰς ἀνθρώπους ἔρῳ καὶ οἴστρῳ φέρεται, λαβὼν αὐτὸν ἔκτεμε· τῆς γὰρ ἐπαφροδίτου ταύτης ὁρμῆς ἀφαιρεθεὶς ἥμερός τε εὐθὺς καὶ πίων ἔσται καὶ οἴσει φορτίον μέγα οὐδὲν ἀχθόμενος. εἰ δὲ αὐτὸς ἀπείρως ἔχεις ταύτης τῆς ἰατρείας, ἀφίξομαι δεῦρο μεταξὺ τριῶν ἢ τεττάρων ἡμερῶν καί σοι τοῦτον σωφρονέστερον προβατίου παρέξω τῇ τομῇ. οἱ μὲν οὖν ἔνδον ἅπαντες ἐπῄνουν τὸν σύμβουλον, ὡς εὖ λέγει, ἐγὼ δὲ ἤδη ἐδάκρυον ὡς ἀπολέσων αὐτίκα τὸν ἐν τῷ ὄνῳ ἄνδρα καὶ ζῆν οὐκέτι ἐθέλειν ἔφην, εἰ γενοίμην εὐνοῦχος· ὥστε καὶ ὅλως ἀποσιτῆσαι τοῦ λοιποῦ ἐγνώκειν ἢ ῥῖψαι ἑαυτὸν ἐκ τοῦ ὄρους, ἔνθα ἐκπεσὼν θανάτῳ
ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα, ἄγγελός τις ἀπὸ τῆς κώμης ἧκεν εἰς τὸν ἀγρὸν καὶ τὴν ἔπαυλιν, ταύτην λέγων τὴν νεόνυμφον κόρην τὴν ὑπὸ τοῖς λῃσταῖς γενομένην καὶ τὸν ταύτης νυμφίον, περὶ δείλην ὀψίαν ἀμφοτέρους αὐτοὺς ἐν τῷ αἰγιαλῷ περιπατοῦντας, ἐπιπολάσασαν ἄφνω τὴν θάλασσαν ἁρπάξαι αὐτοὺς καὶ ἀφανεῖς ποιῆσαι, καὶ τέλος αὐτοῖς τοῦτο τῆς συμφορᾶς καὶ θανάτου γενέσθαι.
ἐνταῦθα ἔγνωσαν οἱ ἄγοντες ἡμᾶς ἱδρῦσαι καὶ ἑαυτούς. καὶ τότε δὴ πρᾶσις ἦν ἡμῶν τῶν κτηνῶν καὶ κῆρυξ εὔφημος ἐν ἀγορᾷ μέσῃ ἑστὼς ἐκήρυττεν. οἱ δὲ προσιόντες ἰδεῖν ἤθελον τὰ στόματα ἡμῶν ἀνοίγοντες καὶ τὴν ἡλικίαν ἐν τοῖς ὀδοῦσιν ἑκάστου ἔβλεπον, καὶ τοὺς μὲν ὠνήσαντο ἄλλος ἄλλον, ἐμὲ δὲ ὕστατον ὑπολελειμμένον ὁ κῆρυξ ἐκέλευεν
ἐπεὶ δὲ ἥκομεν ἔνθα ᾤκει Φίληβος — τοῦτο γὰρ εἶχεν ὄνομα ὁ ὠνησάμενός με — μέγα εὐθὺς πρὸ τῆς θύρας ἀνέκραγεν, Ὦ, κοράσια, δοῦλον ὑμῖν ἐώνημαι καλὸν καὶ ἁδρὸν καὶ Καππαδόκην τὸ γένος. ἦσαν δὲ τὰ κοράσια ταῦτα ὄχλος κιναίδων συνεργῶν τοῦ Φιλήβου, καὶ πάντες πρὸς τὴν βοὴν ἀνεκρότησαν· ᾤοντο γὰρ ἀληθῶς ἄνθρωπον εἷναι τὸν ἐωνημένον. ὡς δὲ εἶδον ὄνον ὄντα τὸν δοῦλον, ἤδη ταῦτα ἐς τὸν Φίληβον ἔσκωπτον, Τοῦτον οὐ δοῦλον, ἀλλὰ
καὶ οἱ μὲν ἐγέλων. τῇ δὲ ὑστεραίᾳ συνετάττοντο ἐπ’ ἔργον, ὥσπερ αὐτοὶ ἔλεγον, καὶ τὴν θεὸν ἐνσκευασάμενοι ἐμοὶ ἐπέθηκαν. εἶτα ἐκ τῆς πόλεως ἐξηλαύνομεν καὶ τὴν χώραν περιῄειμεν. ἐπὰν δ’ εἰς κώμην τινὰ εἰσέλθοιμεν, ἐγὼ μὲν ὁ θεοφόρητος ἵστάμην, ὁ δὲ αὐλητὴς ἐφύσα ὅμιλος ἔνθεον, οἱ δὲ τὰς μίτρας ἀπορρίψαντες τὴν κεφαλὴν κάτωθεν ἐκ τοῦ αὐχένος εἱλίσσοντες τοῖς ξίφεσιν ἐτέμνοντο τοὺς πήχεις καὶ τὴν γλῶτταν τῶν ὀδόντων ὑπερβάλλων ἕκαστος ἔτεμνε καὶ ταύτην, ὥστε ἐν ἀκαρεῖ πάντα πεπλῆσθαι μαλακοῦ αἵματος. ἐγὼ δὲ ταῦτα ὁρῶν τὰ πρῶτα ἔτρεμον ἑστώς, μή ποτε χρεία τῇ θεῷ καὶ ὀνείου αἵματος γένοιτο. ἐπειδὰν δὲ κατακόψειαν οὕτως ἑαυτούς, ἐκ τῶν περιεστηκότων θεατῶν συνέλεγον ὀβολοὺς καὶ δραχμάς· ἄλλος ἰσχάδας καὶ τυροὺς καὶ οἴνου κάδον ἐπέδωκε
καί ποτε εἰς κώμην τινὰ αὐτῶν εἰσβαλόντων ἡμῶν νεανίσκον τῶν κωμητῶν μέγαν ἀγρεύσαντες εἰσάγουσιν εἴσω ἔνθα καταλύοντες ἔτυχον. ἔπειτα ἔπασχον ἐκ τοῦ κωμήτου ὅσα συνήθη καὶ φίλια τοιούτοις ἀνοσίοις κιναίδοις ἦν. ἐγὼ δὲ ὑπεραλγήσας ἐπὶ τῇ ἐμαυτοῦ μεταβολῇ, Καὶ μέχρι νῦν ἀνέχομαι κακῶν, ἀναβοῆσαι, ὦ Ζεῦ σχέτλιε, ἠθέλησα, ἀλλ’ ἡ μὲν φωνὴ οὐκ ἀνέβη μοι ἡ ἐμή, ἀλλ’ ἡ τοῦ ὄνου ἐκ τοῦ φάρυγγος, καὶ μέγα ὠγκησάμην. τῶν δὲ κωμητῶν τινες ἔτυχον τότε ὄνον ἀπολωλεκότες, καὶ τὸν ἀπολωλότα ζητοῦντες ἀκούσαντές μου μέγα ἀναβοήσαντος παρέρχονται εἴσω οὐδενὶ οὐδὲν εἰπόντες ὡς ἐμοῦ τοῦ ἐκείνων ὄντος, καὶ καταλαμβάνουσι τοὺς κιναίδους ἄρρητα ἔνδον ἐργαζομένους· καὶ γέλως ἐκ τῶν ἐπεισελθόντων πολὺς γίνεται. ἔξω ἐκδραμόντες
ἐντεῦθεν οὖν μετὰ τὰς μάστιγας λαβὼν τὴν δέσποιναν ἐβάδιζον καὶ πρὸς ἑσπέραν ἤδη καταλύομεν εἰς ἀγρὸν πλουτοῦντος ἀνθρώπου· καὶ ἦν οὗτος ἔνδον καὶ τὴν θεὸν μάλα ἄσμενος τῇ οἰκίᾳ ὑπεδέξατο καὶ θυσίας αὐτῇ προσήγαγεν. ἐνθάδε οἶδα μέγαν κίνδυνον αὐτὸς ὑποστάς· τῶν φίλων γάρ τις τῷ δεσπότῃ τῶν ἀγρῶν ἔπεμψε δῶρον ὄνου ἀγρίου μηρόν· τοῦτον ὁ μάγειρος σχευάσαι λαβὼν ῥᾳθυμίᾳ ἀπώλεσε, κυνῶν πολλῶν λαθραίως εἴσω παρελθόντων· ὃς δεδιὼς πληγὰς πολλὰς καὶ βάσανον ἐκ τῆς ἀπωλείας τοῦ μηροῦ ἔγνω κρεμάσαι ἑαυτὸν ἐκ τοῦ τραχήλου. ἡ δὲ γυνὴ ἡ τούτου, κακὸν ἐξαίσιον ἐμόν, Ἀλλὰ μήτε ἀπόθνησκε, εἶπεν, ὦ φίλτατε, μήτε ἀθυμίᾳ τοιαύτῃ δῷς σεαυτόν· πειθόμενος γάρ μοι πράξεις εὖ πάντα. τῶν κιναίδων τὸν ὄνον λαβὼν ἔξω εἰς ἔρημον χωρίον κἄπειτα σφάξας αὐτὸν τὸ μέρος μὲν ἐκεῖνο τὸν μηρὸν ἀποτεμὼν κόμιζε δεῦρο καὶ κατασκευάσας τῷ
ἐγὼ δὲ τὸ μέλλον ἤδη προορώμενος κράτιστον ἔγνων τὸ σώζειν ἐμαυτὸν ἐκ τῆς κοπίδος καὶ ῥήξας τὸν ἱμάντα. ᾧ διηγόμην, καὶ ἀνασκιρτήσας ἵεμαι δρόμῳ εἴσω ἔνθα ἐδείπνουν οἱ κίναιδοι σὺν τῷ δεσπότῃ τῶν ἀγρῶν. ἐνταῦθα εἰσδραμὼν ἀνατρέπω πάντα τῷ σκιρτήματι καὶ λυχνίαν καὶ τραπέζας· κἀγὼ μὲν ᾤμην κομψόν τι τοῦτο πρὸς σωτηρίαν ἐμὴν εὑρηκέναι, καὶ τὸν δεσπότην τῶν ἀγρῶν κελεύειν εὐθέως ὡς ἀγέρωχον ὄνον ἐμὲ κατακλεισθέντα ποι φυλάττεσθαι ἀσφαλῶς· ἀλλά με τοῦτο τὸ κομψὸν εἰς ἔσχατον ἤνεγκε κινδύνου. λυττᾶν δόξαντές μὲ ξίφη πολλὰ ἤδη καὶ λόγχας ἐπ᾿ ἐμὲ ἐσπάσαντο καὶ ξύλα μακρά, καὶ εἶχον οὕτως ὥστε ἀποκτενεῖν με. ἐγὼ δὲ ὁρῶν τοῦ δεινοῦ τὸ μέγεθος δρόμῳ εἴσω παρέρχομαι ἔνθα οἱ ἐμοὶ δεσπόται κοιμηθήσεσθαι ἔμελλον. οἱ δὲ θεασάμενοι τοῦτο συγκλείουσι τὰς θύρας εὖ μάλα ἔξωθεν.
ἐπειδὴ δὲ ἤδη ὄρθρος ἦν, ἀράμενος τὴν θεὸν αὖθις ἀπῄειν ἅμα τοῖς ἀγύρταις καὶ ἀφικόμεθα εἰς κώμην ἄλλην μεγάλην καὶ πολυάνθρωπον, ἐν ᾗ καὶ καινότερόν τι ἐτερατεύσαντο,
λεπτὸς οὖν πάνυ γίγνομαι καὶ ἀσθενὴς τῷ σώματι, ὥστε ἔγνω μὲ ὁ δεσπότης πωλῆσαι, καὶ ἀποδίδοταί με ἀνθρώπῳ κηπουρῷ τὴν τέχνην· οὗτος γὰρ εἶχε κῆπον λαβὼν γεωργεῖν. καὶ τοῦτο εἴχομεν ἔργον·
καί ποτε ἐξιόντων ἡμῶν ἐς τὴν πόλιν ἐντυγχάνει ἀνὴρ γενναῖος στρατιώτου στολὴν ἠμφιεσμένος, καὶ τὰ μὲν πρῶτα λαλεῖ πρὸς ἡμᾶς τῇ Ἰταλῶν φωνῇ καὶ ἤρετο τὸν κηπουρὸν ὅποι ἀπάγει τὸν ὄνον ἐμέ· ὁ δέ, οἷμαι, τῆς φωνῆς ἀνόητος ὢν οὐδὲν ἀπεκρίνατο· ὁ δὲ ὀργιζόμενος, ὡς ὑπερορώμενος, παίει τῇ μάστιγι τὸν κηπουρόν, κἀκεῖνος συμπλέκεται αὐτῷ καὶ ἐκ τῶν ποδῶν εἰς τὴν ὁδὸν ὑποσπάσας ἐκτείνει, καὶ κείμενον ἔπαιεν οὕτω καὶ χειρὶ καὶ ποδὶ καὶ λίθῳ τῷ ἐκ τῆς ὁδοῦ· ὁ δὲ τὰ πρῶτα καὶ ἀντεμάχετο καὶ ἠπείλει, εἰ ἀνασταίη, ἀποκτενεῖν τῇ μαχαίρᾳ· ὁ δὲ ὥσπερ ὑπ’ αὐτοῦ ἐκείνου διδαχθείς, τὸ ἀκινδυνότατον, σπᾷ τὴν μάχαιραν αὐτοῦ
ὡς δὲ ἤλθομεν, τὸν μὲν κῆπον αὐτοῦ συνεργῷ τινι ἐπέδωκε γεωργεῖν, αὐτὸς δὲ τὸν κίνδυνον τὸν ἐκ τῆς ὁδοῦ δεδιὼς κρύπτεται ἅμα ἐμοὶ πρός
τῇ δὲ ὑστεραίᾳ τί μὲν ἔπαθεν ὁ κηπουρὸς ὁ ἐμὸς δεσπότης, οὐκ οἶδα, ὁ δὲ στρατιώτης πωλήσειν με ἔγνω, καὶ πιπράσκει με πέντε καὶ εἴκοσιν Ἀττικῶν ὁ δὲ ὠνησάμενος θεράπων ἦν ἀνδρὸς σφόδρα πλουσίου πόλεως τῶν ἐν Μακεδονίᾳ τῆς μεγίστης Θεσσαλονίκης. οὗτος
ἐγὼ δὲ τὸν βίον εἶχον ἐν ἡδονῇ καὶ τρυφῇ, καὶ τὸ σῶμά μου ἐκ τῆς συνήθους τροφῆς πάλιν καλὸν ἐγεγόνει καὶ τὸ δέρμα ἐπανθούσῃ τῇ τριχὶ ἀπέστιλβεν. οἱ δὲ γενναιότατοι μέγαν τέ μὲ καὶ πίονα ὁρῶντες καὶ
ὁ δὲ οἷον εἰκὸς ὁρῶν μὲ κτῆμα παράδοξον τὴν μὲν τιμὴν τὴν ἐμὴν κελεύει τῶν διοικητῶν τινι καταβαλεῖν τῷ ἐμὲ ὠνησαμένῳ καὶ ἄλλο τοσοῦτον, ἐμὲ δὲ παρέδωκεν ἀπελευθέρῳ τῶν αὑτοῦ τινι νεανίσκῳ καὶ εἶπε κατηχεῖν ὅσα ποιῶν μάλιστα ψυχαγωγεῖν αὐτὸν δυναίμην. τῷ δέ γε ῥᾴδια ἦν πάντα· ὑπήκουον γὰρ εὐθὺ εἰς ἅπαντα διδασκόμενος. καὶ πρῶτον μὲν κατακλίνεσθαί μὲ ἐπὶ κλίνης ὥσπερ ἄνθρωπον ἐπ᾿ ἀγκῶνος ἐποίησεν, εἶτα καὶ προσπαλαίειν αὐτῷ, καὶ μὴν καὶ ὀρχεῖσθαι ἐπὶ τοὺς δύο ἐπανιστάμενον ὀρθὸν καὶ κατανεύειν καὶ ἀνανεύειν πρὸς τὰς φωνάς, καὶ πάνθ’ ὅσα ἐδυνάμην μὲν καὶ δίχα τοῦ μανθάνειν, ποιεῖν· καὶ τὸ πρᾶγμα περιβόητον ἦν, ὄνος
ὁ δὲ Μενεκλῆς ὁ δεσπότης ἡμῶν, ὥσπερ ἔφην, ἐκ τῆς Θεσσαλονίκης δεῦρο ἐληλύθει ἐπ’ αἰτίᾳ τοιαύτῃ· ὑπέ σχετο τῇ πατρίδι θέαν παρέξειν ἀνδρῶν ὅπλοις πρὸς ἀλλήλους μονομαχεῖν εἰδότων· καὶ οἱ μὲν ἄνδρες τῆς μάχης ἤδη ἦσαν ἐν παρασκευῇ, καὶ ἀφῖκτο ἡ πορεία. ἐξελαύνομεν ἕωθεν, κἀγὼ τὸν δεσπότην ἔφερον εἴ ποτὲ χωρίον εἴη τῆς ὁδοῦ τραχὺ καὶ τοῖς ὀχήμασιν ἐπιβαίνειν χαλεπόν. ὡς δὲ κατέβημεν ἐπὶ Θεσσαλονίκην, οὐκ ἦν ὅστις ἐπὶ θέαν οὐκ ἠπείγετο καὶ τὴν ὄψιν τὴν ἐμήν· ἡ γὰρ ἐμὴ δόξα προεληλύθει ἐκ μακροῦ καὶ τὸ πολυπρόσωπον καὶ τὸ ἀνθρώπινον τῶν ἐμῶν ὀρχημάτων καὶ παλαισμάτων. ἀλλ’ ὁ μὲν δεσπότης τοῖς ἐνδοξοτάτοις τῶν αὑτοῦ πολιτῶν παρὰ τὸν πότον ἐδείκνυέ με καὶ τὰ παράδοξα ἐκεῖνα τὰ ἐν ἐμοὶ παίγνια ἐν τῷ δείπνῳ παρετίθει.
ὁ δὲ ἐμὸς ἐπιστάτης πρόσοδον εὗρεν ἐξ ἐμοῦ πολλῶν πάνυ δραχμῶν· κατακλείσας γάρ με ἔνδον εἶχεν ἑστῶτα, καὶ τοῖς βουλομένοις ἰδεῖν ἐμὲ καὶ τἀμὰ παράδοξα ἔργα μισθοῦ τὴν θύραν ἤνοιγεν. οἱ δ’ εἰσεκόμιζον ἄλλος ἄλλο τι τῶν ἐδωδίμων, μάλιστα τὸ ἐχθρὸν εἶναι ὄνου γαστρὶ δοκοῦν· ἐγὼ δὲ ἤσθιον. ὥστε ὀλίγων ἡμερῶν τῷ δεσπότῃ καὶ τοῖς
κἀπειδὴ ἑσπέρα τε ἦν ἤδη κἀκ τοῦ συμποσίου ἀφῆκεν ἡμᾶς ὁ δεσπότης, ἀναστρέφομεν ἔνθα ἐκαθεύδομεν, καὶ τὴν γυναῖκα εὕρομεν πάλαι ἀφιγμένην ἐπὶ τὴν ἐμὴν εὐνήν. κεκόμιστο δὲ αὐτῇ προσκεφάλαια μαλακὰ καὶ στρώματα εἴσω κατέθεντο καὶ χαμεύνιον ἡμῖν εὐτρεπὲς ἦν. εἶτα οἱ μὲν τῆς γυναικὸς θεράποντες αὐτοῦ που πλησίον πρὸ τοῦ δωματίου ἐκάθευδον, ἡ δὲ λύχνον ἔνδον ἔκαιε μέγαν τῷ πυρὶ λαμπόμενον· ἔπειτα ἀποδυσαμένη παρέστη τῷ λύχνῳ γυμνὴ ὅλη καὶ μύρον ἔκ τινος ἀλαβάστρου προχεαμένη τούτῳ ἀλείφεται, κἀμὲ δὲ μυρίζει ἔνθεν, μάλιστα τὴν ῥῖνά μου μύρων ἐνέπλησεν, εἶτά με καὶ ἐφίλησε καὶ οἷα πρὸς αὐτῆς ἐρώμενον καὶ ἄνθρωπον διελέγετο
ἅμα δὲ τῇ ἡμέρᾳ ἡ μὲν ἀναστᾶσα ἀπῇει συνθεμένη πρὸς τὸν ἐπιστάτην τὸν ἐμὸν οἴσειν ἐπὶ τοῖς αὐτοῖς τὸν μισθὸν τὸν αὐτὸν τῆς νυκτός. ὁ δὲ ἅμα μὲν πλουσιώτερος ἐκ τῶν ἐμῶν γενόμενος καὶ τῷ δεσπότῃ καινότερον ἐν ἐμοὶ ἐπιδειξόμενος συγκατακλείει μὲ τῇ γυναικί· ἡ δὲ κατεχρήσατό μοι δεινῶς. καί ποτε ἐλθὼν ὁ ἐπιστάτης ἀπαγγέλλει τῷ δεσπότῃ τὸ ἔργον, ὡς ἂν αὐτὸς διδάξας, καὶ ἐμοῦ μὴ εἰδότος ἄγει αὐτὸν ἑσπέρας ἤδη ἔνθα ἐκαθεύδομεν, καὶ διά τινος ὀπῆς τῆς θύρας δείκνυσί με ἔνδον τῇ μείρακι συνευναζόμενον. ὁ δὲ ἡσθεὶς τῇ θέᾳ καὶ δημοσίᾳ μὲ ταῦτα ποιοῦντα δεῖξαι ἐπεθύμησε, καὶ κελεύει πρὸς μηδένα ἔξω τοῦτο εἰπεῖν, Ἵνα, ἔφη, ἐν τῇ ἡμέρᾳ τῆς θέας παραγάγωμεν τοῦτον εἰς τὸ θέατρον σύν τινι τῶν καταδεδικασμένων γυναικῶν, κἀν πάντων ὀφθαλμοῖς ἐπὶ τὴν γυναῖκα ἀναβήσεται. καί τινα τῶν γυναικῶν, ἥτις κατεκέκριτο θηρίοις ἀποθανεῖν, ἄγουσιν ἔνδον παρ’ ἐμὲ καὶ προσιέναι τε ἐκέλευον καὶ ψαύειν ἐμοῦ.
εἶτα τὸ τελευταῖον τῆς ἡμέρας ἐκείνης ἐνστάσης, ἐν ᾗ τὰς φιλοτιμίας ἦγεν ὁ ἐμὸς δεσπότης, εἰσάγειν ἔγνωσάν
ἐν τούτῳ δέ τινος ἄνθη φέροντος παροδεύοντος ἐν τοῖς ἄλλοις ἄνθεσιν ὁρῶ καὶ ῥόδων χλωρῶν φύλλα, καὶ μηδὲν ἔτι ὀκνῶν ἀναπηδήσας τοῦ λέχους ἐκπίπτω· καὶ οἱ μὲν ᾤοντό μὲ ἀνίστασθαι ὀρχησόμενον· ἐγὼ δὲ ἓν ἐξ ἑνὸς ἐπιτρέχων καὶ ἀπανθιζόμενος ἀπ’ αὐτῶν τῶν ἀνθέων τὰ ῥόδα κατέπινον. τῶν δὲ ἔτι θαυμαζόντων
καὶ ὁ ἄρχων, Λέγε, φησίν, ἡμῖν ὄνομα τὸ σὸν καὶ γονέων τῶν σῶν καὶ συγγενῶν, εἴ τινας φὴς ἔχειν τῷ γένει προσήκοντας, καὶ πόλιν. κἀγώ, Πατὴρ μέν, ἔφην, * * * * ἔστι μοι Λούκιος, τῷ δὲ ἀδελφῷ τῷ ἐμῷ Γάϊος· ἄμφω δὲ τὰ λοιπὰ δύο ὀνόματα κοινὰ ἔχομεν. κἀγὼ μὲν ἱστοριῶν καὶ ἄλλων εἰμὶ συγγραφεύς, ὁ δὲ ποιητὴς ἐλεγείων ἐστὶ καὶ μάντις ἀγαθός· πατρὶς δὲ ἡμῖν Πάτραι τῆς Ἀχαΐας. ὁ δὲ
ἐγὼ δὲ κράτιστον εἶναι ἔγνων ἐλθεῖν παρὰ τὴν γυναῖκα τὴν ἐρασθεῖσαν μου τοῦ ὄνου, καλλίων αὐτῇ φανεῖσθαι λέγων νῦν ἐν ἀνθρώπῳ ὤν. ἡ δὲ ἀσμένη τέ μ’ εἰσεδέξατο τῷ παραδόξῳ, οἶμαι, τοῦ πράγματος ἐπιτερπομένη, καὶ δειπνεῖν σὺν αὐτῇ καὶ καθεύδειν ἱκέτευε· κἀγὼ ἐπειθόμην νεμέσεως ἄξιον εἶναι νομίζων τὸν ὄνον τὸν ἀγαπηθέντα νῦν γενόμενον ἄνθρωπον ὑπερτρυφᾶν καὶ τὴν ἐρασθεῖσαν ὑπερορᾶν· καὶ δειπνῶ σὺν αὐτῇ καὶ πολὺ ἐκ τοῦ μύρου ἀλείφομαι καὶ στεφανοῦμαι τῷ φιλτάτῳ ἐς ἀνθρώ πους με ἀνασώσαντι ῥόδῳ. ἐπεὶ δὲ ἦν νὺξ βαθεῖα ἤδη
Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
+Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
+The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
+ +This pointer pattern extracts section.
+
Θᾶττον ἄν μοι, ὦ Λυκῖνε, θαλάττης κύματα καὶ πυκνὰς ἀπ’ οὐρανοῦ νιφάδας ἀριθμήσειας ἢ τοὺς ἐμοὺς Ἔρωτας. ἐγὼ γοῦν ἅπασαν αὐτῶν κενὴν ἀπολελεῖφθαι φαρέτραν νομίζω, κἂν ἐπ’ ἄλλον τινὰ πτῆναι θελήσωσιν, ἄνοπλος αὐτῶν ἡ δεξιὰ γελασθήσεται· σχεδὸν γὰρ ἐκ τῆς ἀντίπαιδος ἡλικίας εἰς τοὺς ἐφήβους κριθεὶς ἄλλαις ἀπ᾿ ἄλλων ἐπιθυμίαις βουκολοῦμαι· διάδοχοι ἔρωτες ἀλλήλων καὶ πρὶν ἢ λῆξαι τοὺς προτέρους,
Πέπαυσο τῆς ἐπιπλάστου καὶ δυσχεροῦς ταύτης ὑποκρίσεως, Θεόμνηστε. ἄχθῃ γὰρ ὅτι τούτῳ τῷ βίῳ ἡ τύχη προσεκλήρωσέ σε, καὶ χαλεπὸν εἶναι νομίζεις, εἰ γυναιξὶν ὡραίαις καὶ μετὰ παίδων τὸ καλὸν ἀνθούντων ὁμιλεῖς; ἀλλα σοι καὶ καθαρσίων τάχα δεήσει πρὸς
Βουφάγος μὲν ὁ δαίμων, ὦ Λυκῖνε, καὶ ταῖς ἀκάπνοις, φασί, τῶν θυσιῶν ἥκιστα τερπόμενος. ἐπεὶ δ’ αὐτοῦ τὴν ἐτήσιον ἑορτὴν λόγῳ γεραίρομεν, αἱ μὲν ἐμαὶ διηγήσεις ἐξ ἑωθινοῦ παραταθεῖσαι κόρον ἔχουσιν, ἡ δὲ σὴ Μοῦσα τῆς συνήθους μεθαρμοσαμένη σπουδῆς ἱλαρῶς τῷ θεῷ συνδιημερευσάτω, καί μοι γενοῦ δικαστὴς ἴσος, ἐπεὶ μηδ’ εἰς ἕτερόν σε τοῦ πάθους ῥέποντα ὁρῶ, ποτέρους ἀμείνονας ἡγῇ, τοὺς φιλόπαιδας
Παιδιᾶς, ὦ Θεόμνηστε, καὶ γέλωτος ἡγῇ τὴν διήγησιν; ἡ δ’ ἐπαγγέλλεται καὶ σπουδαῖον. ἐγὼ γοῦν ἐξ ὑπογύου τῆς ἐπιχειρήσεως ἡψάμην, εἰδὼς ὅτι λίαν σπουδαία, ἐξ ὅτου δυοῖν ἀνδροῖν ἀκηκοὼς περὶ τούτοιν συντόνως ἁμιλλωμένοιν ἔτι τὴν μνήμην ἔναυλον ἔχω. διήρητο δ’ αὐτῶν ἅμα τοῖς λόγοις τὰ πάθη οὐχ ὥσπερ σὺ κατ’ εὐκολίαν ψυχῆς ἄϋπνος ὢν διττοὺς ἄρνυσαι μισθούς τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων,
ἀλλ’ ὁ μὲν ὑπερφυῶς παιδικοῖς ἥδετο τὴν θήλειαν Ἀφροδίτην
Καὶ μὴν ἔγωγε ἐπαναστὰς ἔνθεν ἀπαντικχρὺ καθεδοῦμαί σου, δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.
σὺ δ’ ἡμῖν τὰ πάλαι κλέα τῆς ἐρωτικῆς διαφορᾶς μελῳδία περαίνειν.
Ἐπ᾿ Ἰταλίαν μοι πλεῖν διανοουμένῳ ταχυναυτοῦν σκάφος εὐτρέπιστο τούτων τῶν δικρότων, οἷς μάλιστα χρῆσθαι Λιβυρνοὶ δοκοῦσιν ἔθνος Ἰονίῳ κόλπῳ παρῳκισμένον. ὡς δ’ ἐνῆν, πάντας ἐπιχωρίους θεοὺς
ἀλλ’ ἅ γε μὴν ἐν τῷ μεταξὺ παράπλῳ σπουδῆς ἢ παιδιᾶς ἐχόμενα συνηνέχθη, καιρὸς οὐ πάνυ μηκύνειν.
οἱ μὲν οὖν ἐρέται τὸ σκάφος ἔξαλον ἐς γῆν ἀνασπάσαντες
ἤδη δὲ τῆς θέας ἅλις ἔχοντι καὶ διανοουμένῳ μοι βαδίζειν οἴκαδε τὸ ἥδιστον ἐπὶ ξένης ἀπήντησέ μοι κέρδος, ἄνδρες ἐκ παλαιοῦ χρόνου συνήθεις, οὖς οὐδ’ αὐτὸς ἀγνοεῖν μοι δοκεῖς πολλάκις ἡμῖν ἰδὼν ἐπιφοιτῶντας ἐνταῦθα, τὸν ἐκ Κορίνθου Χαρικλέα νεανίαν οὐκ ἄμορφον, ἔχοντά τι καὶ κομμωτικῆς ἀσκήσεως ἅτε οἶμαι γυναίοις ἐνωραϊζόμενον· ἅμα δ’ αὐτῷ καὶ Καλλικρατίδαν τὸν Ἀθηναῖον τὸν τρόπον ἁπλοϊκόν· προηγουμένως γὰρ πολιτικῶν λόγων προΐστατο καὶ ταυτησὶ τῆς ἀγοραίου ῥητορικῆς. ἦν δὲ καὶ τῷ σώματι γυμναστικός, οὐ δι᾿ ἄλλο τί μοι δοκεῖν τὰς παλαίστρας ἀγαπῶν ἢ διὰ τοὺς παιδικοὺς ἔρωτας· ὅλος γὰρ εἰς τοῦτο ἐπτόητο· τῷ δὲ πρὸς τὸ θῆλυ μίσει πολλὰ καὶ Προμηθεῖ κατηρᾶτο. πόρρωθεν οὖν ἰδὼν ἑκάτερός με γήθους καὶ χαρᾶς πλέοι προσέδραμον· εἶθ’ ὁποῖα φιλεῖ, δεξιωσάμενοι πρὸς αὐτὸν ἐλθεῖν ἑκάτερος ἠξίουν με. κἀγὼ φιλονεικοῦντας ὁρῶν περαιτέρω, Τὸ μὲν τήμερον, εἶπον, ὦ Καλλικρατίδα καὶ Χαρίκλεις, ἄμφω καλῶς ἔχον ἐστὶν ὑμᾶς παρ’ ἐμοὶ φοιτᾶν, ἵνα μὴ πλείω τὴν ἔριν ἐγείρητε· ταῖς δὲ ἐφεξῆς ἡμέραις — τρεῖς γὰρ ἐνταῦθα ἢ τέτταρας
δοκεῖ ταῦτα. κἀκείνην μὲν τὴν ἡμέραν εἱστιάρχουν ἐγώ, τῇ δ’ ἐπιούσῃ Καλλικρατίδας, εἶτα μετ’ αὐτὸν ὁ Χαρικλῆς. ἑώρων δὴ καὶ παρὰ τὴν
καὶ δόξαν ἡμῖν Κνίδῳ προσορμίσαι κατὰ θέαν τοῦ Ἀφροδίτης ἱεροῦ — ὑμνεῖται δὲ τούτου τὸ τῆς Πραξιτέλους εὐχερείας ὄντως ἐπαφρόδιτον — ἠρέμα τῂ γῂ προσηνέχθημεν αὐτῆς οἶμαι τῆς θεοῦ λιπαρᾷ γαλήνῃ πομποστολούσης τὸ σκαφος. τοῖς μὲν οὖν ἄλλοις ἔμελον αἱ συνήθεις παρασκευαί, ἐγὼ δὲ τὸ ἐρωτικὸν ζεῦγος ἑκατέρωθεν ἐξαψάμενος κύκλῳ περιῄειν τὴν Κνίδον οὐκ ἀγελαστὶ τῆς κεραμευτικῆς ἀκολασίας μετέχων ὡς ἐν Ἀφροδίτης πόλει. στοὰς δὲ Σωστράτου καὶ τἆλλα ὅσα τέρπειν ἡμᾶς ἐδύνατο, πρῶτον ἐκπεριελθόντες ἐπὶ τὸν νεὼν τῆς Ἀφροδίτης βαδίζομεν.
καί πὼς εὐθὺς ἡμῖν ἀπ’ αὐτοῦ τοῦ τεμένους Ἀφροδίσιοι προσέπνευσαν αὖραι· τὸ γὰρ αἴθριον οὐκ εἰς ἔδαφος ἄγονον μάλιστα λίθων πλαξὶ
ἐπεὶ δ’ ἱκανῶς τοῖς φυτοῖς ἐτέρφθημεν,
δόξαν οὖν ὅλην τὴν θεὸν ἰδεῖν, εἰς τὸ κατόπιν τοῦ σηκοῦ περιήλθομεν. εἶτ’ ἀνοιγείσης τῆς θύρας ὑπὸ τοῦ κλειδοφύλακος ἐμπεπιστευμένου γυναίου θάμβος αἰφνίδιον ἡμᾶς εἶχε τοῦ κάλλους. ὁ γοῦν Ἀθηναῖος ἡσυχῇ πρὸ μικροῦ βλέπων ἐπεὶ τὰ παιδικὰ μέρη τῆς θεοῦ κατώπτευσεν, ἀθρόως πολὺ τοῦ Χαρικλέους ἐμμανέστερον ἀνεβόησεν, Ἡράκλεις, ὅση μὲν τῶν μεταφρένων εὐρυθμία, πῶς δ’ ἀμφιλαφεῖς αἱ λαγόνες, ἀγκάλισμα χειροπληθές· ὡς δ’ εὐπερίγραφοι τῶν γλουτῶν αἱ σάρκες ἐπικυρτοῦνται μήτ’ ἄγαν ἐλλιπεῖς αὐτοῖς ὀστέοις προσεσταλμέναι μήτε εἰς ὑπέρογκον ἐκκεχυμέναι πιότητα. τῶν δὲ τοῖς ἰσχίοις ἐνεσφραγισμένων ἐξ ἑκατέρων
ἐπεὶ δὲ τοῦ θαυμάζειν ὁ κόρος ἡμᾶς ἀπήλλαξεν, ἐπὶ θατέρου μηροῦ σπίλον εἴδομεν ὥσπερ ἐν ἐσθῆτι κηλῖδα· ἤλεγχε δ’ αὐτοῦ τὴν ἀμορφίαν ἡ περὶ τἆλλα τῆς λίθου λαμπρότης. ἐγὼ μὲν οὖν πιθανῇ τἀληθὲς εἰκασίᾳ τοπάξων φύσιν ᾤμην τοῦ λίθου τὸ βλεπόμενον εἶναι· πάθος γὰρ οὐδὲ τούτων ἔστιν ἔξω, πολλὰ δὲ τοῖς κατ’ ἄκρον εἶναι δυναμένοις καλοῖς ἡ τύχη παρεμποδίζει. μέλαιναν οὖν ἐσπιλῶσθαι φυσικήν τινα κηλῖδα νομίζων καὶ κατὰ τοῦτο τοῦ Πραξιτέλους
ἐπειδὰν δὲ καὶ μικρὰ τοῦ
ταῦτα τῆς ζακόρου διηγουμένης μεταξὺ τοῦ λόγου διαβοήσας εἶπεν
καλῶς ἔδοξα ταῦτα λέγειν καὶ συγκαταινεσάντων ἐξῄειμεν, ἐγὼ μὲν ἡδόμενος οὐδεμιᾶς μὲ πιεζούσης φροντίδος, οἱ δ’ ἐπὶ συννοίας μεγάλην ἐν ἑαυτοῖς σκέψιν ἄνω καὶ κάτω κυκλοῦντες ὡς περὶ τῆς προπομπίας ἀγωνιούμενοι Πλαταιᾶσιν. ἐπεὶ δ’ ἥκομεν εἴς τι συνηρεφὲς καὶ παλίνσκιον ὥρᾳ θέρους ἀναπαυστήριον, Ἡδύς, εἰπών, ὁ τόπος, ἐγώ, καὶ γὰρ οἱ κατὰ κορυφὴν λιγυρὸν ὑπηχοῦσι τέττιγες, ἐν μέσῳ πάνυ δικαστικῶς καθεζόμην αὐτὴν ἐπὶ ταῖς ὀφρύσι τὴν Ἡλιαίαν ἔχων. προθεὶς δ’ ἀμφοτέροις κλῆρον ὑπὲρ τοῦ τίνα χρὴ πρῶτον εἰπεῖν, ἐπειδὴ Χαρικλῆς ἐλελόγχει πρότερον, εὐθὺς ἐνάρχεσθαι τοῦ λόγου διεκελευσάμην.
ὁ δὲ τῇ δεξιᾷ τὸ πρόσωπον ἀνατρίψας ἡσυχῇ καὶ μικρὸν ἐπισχὼν ἄρχεται τῇδέ πη, Σέ, δέσποινα, τῶν ὑπὲρ σοῦ λόγων, Ἀφροδίτη, σε βοηθὸν αἱ ἐμαὶ δεήσεις καλούσιν· ἅπαντι μὲν γὰρ ἔργῳ κἂν βραχὺ τῆς ἰδίας πειθοῦς ἐπιστάξῃς, τελειότατόν ἐστιν, οἱ δ’ ἐρωτικοὶ λόγοι περιττῶς σοῦ δέονται· σὺ γὰρ αὐτῶν γνησιωτάτη
κατ’ ἀρχὰς μὲν οὖν ἔθ’ ἡρωϊκὰ φρονῶν ὁ βίος καὶ τὴν γείτονα θεῶν σέβων ἀρετὴν οἷς ἐνομοθέτησεν ἡ φύσις ἐπειθάρχει, καὶ καθ’ ἡλικίας μέτρα γυναιξὶ ζευγνύμενοι γενναίων πατέρες ἐγίγνοντο τέκνων· κατὰ μικρὸν δ’ ὁ χρόνος ἀπ᾿ ἐκείνου τοῦ μεγέθους ἐς τὰ τῆς ἡδονῆς καταβαίνων βάραθρα ξένας ὁδοὺς καὶ παρηλλαγμένας ἀπολαύσεων ἔτεμνεν. εἶθ’ ἡ πάντα τολμῶσα τρυφὴ τὴν φύσιν αὐτὴν παρενόμησε· καὶ τίς ἄρα πρῶτος ὀφθαλμοῖς τὸ ἄρρεν εἶδεν ὡς θῆλυ, δυοῖν θάτερον ἢ τυραννικῶς βιασάμενος ἢ πείσας πανούργως; συνῆλθε δ’ εἰς μίαν κοίτην μία φύσις· αὐτοὺς δ’ ἐν ἀλλήλοις ὁρῶντες οὔθ’ ἃ δρῶσιν οὔθ’ ἃ πάσχουσιν ᾐδοῦντο, κατὰ πετρῶν δέ, φασίν, ἀγόνων σπείραντες ὀλίγης ἡδονῆς ἀντικατηλλάξαντο μεγάλην ἀδοξίαν.
τούτοις γε μὴν εἰς τοσοῦτον τυραννικῆς βίας ἡ τόλμα προέκοψεν, ὡς μέχρι σιδήρῳ τὴν φύσιν ἱεροσυλῆσαι· τῶν δ’ ἀρρένων τὸ ἄρρεν ἐκκενώσαντες εὗρον ἡδονῆς παρέλκοντα μέτρα. οἱ δ’ ἄθλιοι καὶ δυστυχεῖς ἵν’ ἐπὶ πλέον ὦσι παῖδες, οὐδὲ ἔτι μένουσιν ἄνδρες, ἀμφίβολον αἴνιγμα διπλῆς φύσεως, οὔτ’ εἰς ὃ γεγέννηνται φυλαχθέντες οὔτ’ ἔχοντες ἐφ’ ὃ μετέβησαν· τὸ δ’ ἐν νεότητι
εἰ δ’ ἐφ’ ὧν ἡ πρόνοια θεσμῶν ἔταξεν ἡμᾶς, ἕκαστος ἵδρυτο, ταῖς μετὰ γυναικῶν ἂν ὁμιλίαις
ἀλλὰ γὰρ ἐνταῦθα τοῖς Σω κρατικοῖς ὁ θαυμαστὸς ἀναφύεται λόγος, ὑφ’ οὗ παιδί καὶ
καὶ πάλιν εἶπέ που λέγων·
+ οὐχ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν.
ἀμέλει τοῦ καλοῦ Νιρέως ὁ σοφὸς Ὀδυσσεὺς πλέον ἐπαινεῖται.
πῶς οὖν φρονήσεως μὲν ἢ δικαιοσύνης τῶν τε λοιπῶν ἀρετῶν, αἳ τελείοις ἀνδράσι σύγκληρον εἰλήχασι τάξιν, οὐδεὶς ἔρως ἐντρέχει, τὸ δ’ ἐν παισὶ κάλλος ὀξυτάτας ὁρμὰς παθῶν ἐγείρει; πάνυ γοῦν ἐρᾶν ἔδει Φαίδρου διὰ Λυσίαν, ὦ Πλάτων. ὃν προὔδωκεν. ἢ τὴν ἀρετὴν φιλεῖν ᾿Αλκιβιάδου εἰκὸς ἦν, διότι ἠκρωτηρίαζε τὰ θεῶν ἀγάλματα καὶ τὴν ἐν Ἐλευσῖνι τελετὴν αἱ παρὰ πότον ἐξορχοῦνται φωναί; τίς ἐραστὴς ὁμολογεῖ γενέσθαι προδιδομένων Ἀθηνῶν καὶ Δεκελείας ἐπιτειχιζομένης καὶ βίου τυραννίδα βλέποντος; ἀλλ’ ἄχρι μὲν οὐδέπω κατὰ τὸν ἱερὸν Πλάτωνα πώγωνος ἐπίμπλατο, πᾶ
Μικρὰ δ’ ἀπὸ τῆς ἄγαν σπουδῆς ἐπὶ τὴν ὑμετέραν, ὦ Καλλικρατίδα, καταβὰς ἡδονὴν ἐπιδείξω παιδικῆς χρήσεως πολὺ τὴν γυναικείαν ἀμείνω. καὶ τὸ γε πρῶτον ἐγὼ πᾶσαν ἀπόλαυσιν ἡγοῦμαι τερπνοτέραν εἶναι τὴν χρονιωτέραν· ὀξεῖα γὰρ ἡδονὴ παραπτᾶσα φθάνει πρὶν ἢ γνωσθῆναι πεπαυμένη, τὸ δ’ εὐφραῖνον ἐν τῷ παρέλκοντι κρεῖττον. ὡς εἴθε γε καὶ βίου μακρὰς προθεσμίας ἡ μικρολόγος ἡμῖν ἐπέκλωσε Μοῖρα καὶ τὸ πᾶν ἦν διηνεκὴς ὑγίεια μηδεμιᾶς λύπης τὴν διάνοιαν ἐκνεμομένης· ἡ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
εἰ δ’ εἴκοσιν ἐτῶν ἀποπειρῴη παῖδά τις, αὐτὸς ἔμοιγε δοκεῖ πασχητιᾶν ἀμφίβολον Ἀφροδίτην μεταδιώκων· σκληροὶ γὰρ οἱ τῶν μελῶν ἀπανδρωθέντες ὄγκοι καὶ τραχὺ μὲν ἀντὶ τοῦ πάλαι μαλακοῦ πυκασθὲν ἰούλοις τὸ γένειον, οἱ δ’ εὐφυεῖς μηροὶ θριξὶν ὡσπερεὶ ῥυπῶντες· ἃ δ’ ἐστὶ τούτων ἀφανέστερα, τοῖς πεπειρακόσιν ὑμῖν εἰδέναι παρίημι. γυναικὶ δὲ ἀεὶ πάσῃ ἡ τοῦ χρώματος ἐπιστίλβει χάρις, καὶ δαψιλεῖς μὲν ἀπὸ τῶν τῆς κεφαλῆς βοστρύχων ἕλικες ὑακίνθοις τὸ καλὸν ἀνθοῦσιν ὅμοια πορφύροντες οἱ μὲν
τί δ’ οὐχὶ τῶν ἡδονῶν καὶ τὰς ἀντιπαθεῖς μεταδιωκτέον, ἐπειδὰν ἐξ ἴσου τοῖς διατιθεῖσιν οἱ πάσχοντες εὐφραίνωνται; σχεδὸν γὰρ οὐ κατὰ ταὐτὰ τοῖς ἀλόγοις ξῴώοις τὰς μονήρεις διατριβὰς ἀσμενίζομεν, ἀλλά πως φιλεταίρῳ κοινωνίᾳ συζυγέντες ἡδίω τά τε ἀγαθὰ σὺν ἀλλήλοις ἡγούμεθα καὶ τὰ δυσχερῆ κουφότερα μετ᾽ ἀλλήλων. ὅθεν εὑρέθη τράπεξα κοινή" καὶ φιλίας μεσῖτιν τράπεζαν παραθέμενοι γαστρὶ τὴν ὀφειλομένην ἀπομετροῦμεν ἀπόλαυσιν, οὐ μόνοι τὸν Θάσιον, εἰ τύχοι, πίνοντες οἶνον οὐδὲ καθ’ αὐτοὺς τῶν πολυτελῶν πιμπλάμενοι σιτίων, ἀλλὰ δοκεῖ τερπνὸν ἑχάστῳ τὸ μετ᾿ ἄλλου. καὶ τὰς ἡδονὰς κοινωσάμενοι μᾶλλον εὐφραινόμεθα.
ὥστ’ εἰ ἡ μὲν
Τοιαῦτα συντόνως μεταξὺ παθαινόμενος ὁ Χαρικλῆς ἐπαύσατο δεινόν τι καὶ θηριῶδες ἐν τοῖς ὄμμασιν ὑποβλέπων. ἐῴκει δέ μοι καὶ καθαρσίῳ χρῆσθαι πρὸς τοὺς παιδικοὺς ἔρωτας. ἐγὼ δὲ ἡσυχῇ μειδιάσας καὶ πρὸς τὸν Ἀθηναῖον ἠρέμα τὼ ὀφθαλμὼ παραβαλών. Παιδιᾶς, ἔφην, καὶ γέλωτος, ὦ Καλλικρατίδα, δικαστὴς καθεδεῖσθαι
Μικρὸν οὖν ἐπισχὼν ὁ Καλλικρατίδας — ἐῴκει δὲ ἀπὸ τοῦ προσώπου μοι τεκμαιρομένῳ καὶ λίαν ἀγωνίας μεστὸς εἶναι — λόγων ἀμοιβαίων ἐνάρχεται· Εἰ γυναιξὶν
Ἐγὼ μὲν οὖν ἐνόμιζον ἄχρι παιδιᾶς ἱλαρὰν τὴν ἔριν ἡμῶν προκόψαι, ἐπεὶ δὲ οἱ παρὰ τούτου λόγοι καὶ φιλοσοφεῖν ὑπὲρ γυναικῶν ἐπενοήθησαν, ἀσμένως τὴν ἀφορμὴν ἥρπακα· μόνος γὰρ ὁ ἄρρην ἔρως κοινὸν ἀρετῆς καὶ ἡδονῆς ἐστιν ἔργον. εὐξαίμην γὰρ ἄν, εἴπερ ἦν ἐν δυνατῷ, τὴν ἐπήκοόν ποτε τῶν Σωκρατικῶν λόγων πλατάνιστον, Ἀκαδημίας καὶ Λυκείου δένδρον εὐτυχέστερον, ἐγγὺς ἡμῶν ἑστάναι πεφυκυῖαν, ἐνθ’ ἡ Φαίδρου προσανάκλισις ἦν, ὥσπερ ὁ ἱερὸς εἶπεν ἀνὴρ πλείστων
ξένοι τὲ ἐπ᾿ ἀλλοτρίας γῆς ἀπειλήμμεθα καὶ πλεονέκτημα Χαρικλέους ἐστὶν ἡ Κνίδος. ὅμως τἀληθὲς οὐ προδώσομὲν εἴξαντες ὄχνῳ.
μόνον ἡμῖν σύ, δαῖμον οὐράνιε. σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
ὅπως ὑπ’ ἀρρήκτου δεθὲν φρουρᾶς τὴς ἔμπαλιν ὁδοῦ εἴργηται· λαμπρῷ δὲ φωτὶ τὴν ἀμαυρὰν νύκτα πετάσας παντὸς ἀψύχου τε καὶ ψυχὴν ἔχοντος ἐγένου δημιουργός·
γάμοι μὲν γὰρ διαδοχῆς ἀναγκαίας εὕρηνται φάρμακα, μόνος δὲ ὁ ἄρρην ἔρως φιλοσόφου καλόν ἐστι ψυχῆς ἐπίταγμα. πᾶσι δὲ τοῖς ἐκ τοῦ περιόντος εἰς εὐπρέπειαν ἠσκημένοις ἕπεται τιμὴ πλείων ἢ ὅσα τῆς παραυτὰ χρείας ἐπιδεῖται, καὶ πάντη τοῦ ἀναγκαίου τὸ καλὸν κρεῖττον. ἄχρι μὲν οὖν ὁ βίος ἀμαθὴς ἦν οὐδέπω τῆς καθ’ ἡμέραν πείρας πρὸς τὸ βέλτιον εὐσχολῶν, ἀγαπητῶς ἐπ’ αὐτὰ τὰ ἀναγκαῖα συνεστέλλετο, τῆς δὲ ἀγαθῆς διαίτης ἐπείγων ὁ χρόνος οὐ παρέσχεν εὕρεσιν. ἐπειδὴ δὲ αἱ μὲν ἐσπευσμέναι χρεῖαι πέρας εἶχον, οἱ δὲ τῶν ἐπιγιγνομένων ἀεὶ λογισμοὶ τῆς ἀνάγκης ἀφεθέντες ηὐκαίρουν ἐπινοεῖν τι τῶν κρειττόνων, ἐκ τούτου κατ’ ὀλίγον ἐπιστῆμαι συνηύξοντο. τοῦτο δ’ ἡμῖν ἀπὸ τῶν ἐντελεστέρων τεχνῶν ἔνεστιν εἰκάζειν. αὐτίκα πρῶτοί τινες ἄνθρωποι γενόμενοι
τί δ’; οὐκ ἐν ἀρχῇ μὲν εὐθὺ τοῦ βίου σκέπης δεηθέντες ἄν θρωποι νάκη, θηρία δείραντες, ἠμφιέσαντο; καὶ σπή λυγγας ὀρῶν κρύους καταδύσεις ἐπενόησαν ἢ παλαιῶν ῥιζῶν ἢ φυτῶν αὖα κοιλώματα; τὴν δὲ ἀπὸ τούτων μί μησιν ἐπὶ τὸ κρεῖττον ἀεὶ μετάγοντες ὕφηναν μὲν ἑαυ τοῖς χλανίδας, οἴκους δὲ ᾠκίσαντο, καὶ λεληθότως αἱ περὶ
μὴ δή τις ἔρωτας ἀρρένων ἀπαιτείτω παρὰ τοῦ παλαιοῦ χρό νου· γυναιξὶ γὰρ ὁμιλεῖν ἀναγκαῖον ἦν, ἵνα μὴ τελέως ἄσπερμον ἡμῶν φθαρῇ τὸ γένος. αἱ δὲ ποικίλαι σοφίαι καὶ τῆς φιλοκάλου ταύτης ἀρετῆς ἐπιθυμίαι μόλις ὑπὸ τοῦ μηδὲν ἐῶντος ἀνίχνευτον αἰῶνος εἰς τοὐμφανὲς ἔμελλον
ἐμοὶ μὲν γὰρ ὀλίγου καὶ γελᾶν ἔναγχος ἐπῄει, Χαρικλέους ἄλογα ζῷα καὶ τὴν Σκυθῶν ἐρημίαν ἐπαινοῦντος· ὀλίγου δὲ ὑπὸ τῆς ἄγαν φιλονεικίας καὶ μετενόει γενόμενος Ἕλλην. οὐδὲ γὰρ ὡς ἐναντία φθεγγόμενος οἷς ἐπεχείρει λέγειν, ὑπεσταλμένῳ τῷ τῆς φωνῆς τόνω τὸ ῥηθὲν ἔκλεπτεν, ἀλλ’ ἐπηρμένῃ φωνῇ λαρυγγίζων, Οὐκ ἐρῶσι, φησίν, ἀλλήλων λέοντες οὐδ’ ἄρκτοι καὶ σύες, ἀλλ’ αὐτῶν ἡ πρὸς τὸ θῆλυ μόνον ὁρμὴ κρατεῖ. καὶ τί θαυμαστόν; ἃ γὰρ ἐκ λογισμοῦ δικαίως
μὴ τοίνυν, ὦ Χαρίκλεις. ἀκολάστου βίου
Γάμους οὖν, φησί, τὸ μηδὲν οἴει, καὶ τὸ θῆλυ τοῦ βίου φυγαδεύεις, ἵνα πῶς μείνωμεν ἄνθρωποι; ξηλωτὸν μὲν ἦν κατὰ τὸν σοφώτατον Εὐριπίδην, εἰ δίχα τῆς πρὸς γυναῖκας συνόδου φοιτῶντες ἐπὶ ἱερὰ καὶ ναοὺς ἀργύρου καὶ χρυσοῦ τέκνα ὑπὲρ τῆς διαδοχῆς ἐωνούμεθα· ἀνάγκη γὰρ βαρὺν κατ’ αὐχένων ξυγὸν ἡμῖν ἐπιθεῖσα τοῖς κελευομένοις πειθαρχεῖν βιάζεται. τὸ μὲν οὖν καλὸν αἱρώμεθα τοῖς λογισμοῖς, εἰκέτω δὲ τῇ ἀνάγκῃ τὸ χρειῶδες.
εἰ γοῦν ἀπὸ τῆς νυκτέρου κοίτης πρὸς ὄρθρον ἂν ἴδοι τις ἀνισταμένας γυναῖκας, αἰσχίω νομίσει θηρίων τῶν πρωΐας ὥρας ὀνομασθῆναι δυσκληδονίστων· ὅθεν ἀκριβῶς οἴκοι καθείργουσιν αὑτὰς οὐδενὶ τῶν ἀρρένων βλεπομένας· γρᾶες δὲ καὶ θεραπαινίδων ὁ σύμμορφος ὄχλος ἐν κύκλῳ περιεστᾶσι ποικίλοις φαρμάκοις καταφαρμακεύουσαι τὰ δυστυχῆ πρόσωπα· οὐ γὰρ ὕδατος ἀκράτῳ νάματι τὸν ὑπνηλὸν ἀπονιψάμεναι κάρον εὐθὺς ἅπτονται σπουδῆς ἐχομένου τινὸς πράγματος, ἀλλ’ αἱ πολλαὶ τῶν διαπασμάτων συνθέσεις τὸν ἀηδῆ τοῦ προσώπου χρῶτα φαιδρύνουσιν, ὡς δὲ ἐπὶ δημοτελοῦς πομπῆς ἄλλο τι ἄλλη τῶν ὑπηρετουσῶν ἐγκεχείρισται, λεκανίδας ἀργυρᾶς καὶ προχόους ἔσοπτρά τε καὶ καθάπερ ἐν φαρμακοπώλου πυξίδων ὄχλον, ἀγγεῖα μεστὰ πολλῆς
τὸ δὲ πλεῖστον ἀναλίσκει μέρος ἡ πλοκὴ τῶν τριχῶν· αἱ μὲν γὰρ φαρμάκοις ἐρυθαίνειν δυναμένοις πρὸς ἡλίου μεσημβρίαν τοὺς πλοκάμους ἴσα ταῖς τῶν ἐρίων χροιαῖς ξανθῷ μεταβάπτουσιν ἄνθει τὴν ἰδίαν κατακρίνουσαι φύσιν· ὁπόσαις δὲ ἀρκεῖν ἡ μέλαινα χαίτη νομίζεται, τὸν τῶν γεγαμηκότων πλοῦτον εἰς ταύτην ἀναλίσκουσιν ὅλην Ἀραβίαν σχεδὸν ἐκ τῶν τριχῶν ἀποπνέουσαι, σιδηρᾶ τε ὄργανα πυρὸς ἀμβλείᾳ φλογὶ χλιανθέντα βία τὴν ἑλίκων οὐλότητα διαπλέκχει, καὶ περίεργοι μὲν αἱ μέχρι τῶν ὀφρύων ἐφειλκυσμέναι κόμαι βραχὺ τῷ μετώπῳ τὸ μεταίχμιον ἀφιᾶσι, σοβαρῶς δὲ ἄχρι τῶν μεταφρένων οἱ ὄπισθεν ἐπισαλεύονται πλόκαμοι.
καὶ μετὰ τοῦτο ἀνθοβαφῆ πέδιλα τῆς σαρκὸς ἐνδοτέρω τοὺς πόδας ἐπισφίγγοντα καὶ λεπτοϋφὴς ἐς πρόφασιν ἐσθὴς ὑπὲρ τοῦ δοκεῖν μὴ γεγυμνῶσθαι. πάντα δὲ τὰ ἐντὸς αὐτῆς γνωριμώτερα
τίς οὖν ὁ μετὰ τὴν τοσαύτην παρασκευὴν βίος; εὐθὺς ἀπὸ τῆς οἰκίας ἔξοδοι, καὶ πᾶς θεὸς ἐπιτρίβων τοὺς γεγαμηκότας, ὧν ἐνίων οἱ κακοδαίμονες ἄνδρες οὐδὲ αὐτὰ ἴσασι τὰ ὀνόματα, Κωλιάδας, εἰ τύχοι, καὶ Γενετυλλίδας ἢ τὴν
Ταυτὶ μὲν οὖν εὐσταθοῦς βίου τεκμήρια· τῶν δὲ πικροτέρων εἴ τις ἐθελήσειε τὸ ἀληθὲς κατὰ μέρος ἐξετάζειν, ὄντως καταράσεται Προμηθεῖ τὴν Μενάνδρειον ἐκείνην ἀπορρήξας φωνήν·
+
τίς ταῦτα τὰ ἀγαθὰ διώκει; τίνι βίος ὁ δυστυχὴς οὗτος θυμήρης;
ἄξιον τοίνυν ἀντιθεῖναι τοῖς θήλεσι κακοῖς τὴν ἄρρενα τῶν παίδων ἀγωγήν. ὄρθριος ἀναστὰς ἐκ τῆς ἀζύγου κοίτης τὸν ἐπὶ τῶν ὀμμάτων ἔτι λοιπὸν ὕπνον
πᾶσι δὲ τοῖς φιλοσόφοις ψυχῆς μαθήμασι
τίς οὐκ ἂν ἐραστὴς ἐφήβου γένοιτο τοιούτου; τίνι δ’ οὕτω τυφλαὶ μὲν αἱ τῶν ὀμμάτων βολαί, πηροὶ δὲ οἱ τῆς διανοίας λογισμοί; πῶς δ’ οὐκ ἂν ἀγαπήσαι τὸν ἐν παλαίστραις μὲν Ἑρμῆν,
ταῦτα δ’ οὐ πρῶτοι χαράξουσιν οἱ ἐμοὶ πρὸς τοὺς ἀξίους ἔρωτες, ἀλλ’ ἡ θεοῖς γείτων ἡρωϊκὴ φρόνησις ἐνομοθέτησεν, ἐν οἷς ὁ φιλίας ἔρως ἄχρι θανάτου
οὐκ ἐραστοῦ μόνον, ἀλλὰ καὶ πατρὸς ἐνδεικνύμενος ἦθος. ἡνίκα γοῦν ἐκρίθη θατέρου μένοντος ἐπὶ τῷ φονευθῆναι τὸν ἕτερον ἐς Μυκήνας ἀπιέναι κομιοῦντα γράμματα, μένειν ὑπὲρ ἀλλήλων ἀμφότεροι θέλουσιν ἑκάτερος ἐν θατέρῳ ζῶντι ζῆν ἑαυτὸν ἡγούμενος. ἀπωθεῖται δὲ τὰς ἐπιστολὰς Ὀρέστης ὡς Πυλάδου λαβεῖν
καὶ μετ’ ὀλίγον φησί,
καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν· ὅταν γὰρ ἐκ παίδων ὁ σπουδαῖος ἔρως ἐντραφεὶς ἐπὶ τὴν ἤδη λογίζεσθαι δυνα μένην ἡλικίαν ἀνδρωθῇ, τὸ πάλαι φιληθὲν ἀμοιβαίους ἔρωτας ἀνταποδίδωσι, καὶ δυσχερὲς αἰσθέσθαι ποτέρου πότερος ἐραστής ἐστιν, ὥσπερ ἀπ᾿ ἐσόπτρου τῆς τοῦ φιλήσαντος εὐνοίας ἐπὶ τὸν ἐρώμενον ὁμοίου πεσόντος εἰ δώλου. τί δὴ οὖν τοῦ καθ’ ἡμᾶς βίου ξένην αὐτὸ τρυφὴν ὀνειδίζεις θείοις νόμοις ὁρισθὲν ἐκ διαδοχῆς ἐφ’ ἡμᾶς καταβεβηκός; ἀσμένως δὲ αὐτὸ δεξάμενοι μεθ’ ἁγνῆς διανοίας νεωκοροῦμεν· ὄλβιος γὰρ ὡς ἀληθῶς κατὰ τὴν τῶν σοφῶν ἀπόφασιν,
αἵ γε μὴν Σωκρατικαὶ διδασκαλίαι καὶ τὸ λαμπρὸν ἐχεῖνο ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος,
ὃς ἅμα τοῖς ἄλλοις μαθήμασιν, ἐξ ὧν τὸν βίον ὤνησε, καὶ τὸ παιδεραστεῖν ὡς μάλιστα ὠφελοῦν προσήκατο.
δεῖ δὲ τῶν νέων ἐρᾶν ὡς Ἀλχιβιάδου Σωκράτης. ὃς ὑπὸ μιᾷ χλαμύδι πατρὸς ὕπνους ἐκοιμήθη. καὶ ἔγωγε τὸ Καλλιμάχειον ἐπὶ τέλει τῶν λόγων ἥδιστα προσθείην ἂν ἅπασι κήρυγμα·
ταῦτ’ εἰδότες, ὦ νεανίαι, σωφρόνως παισὶν ἀγαθοῖς πρόσιτε μηδὲ ὀλίγης τέρψεως εἵνεκεν τὴν μακρὰν ἐκχέοντες
Τοιαῦτα τοῦ Καλλικρατίδου σφόδρα νεανικῶς σεμνολογησαμένου Χαρικλέα μὲν ἐκ δευτέρου λέγειν πειρώμενον ἐπέσχον· ὥρα γὰρ ἦν ἐπὶ ναῦν κατιέναι. δεομένων δ’ ὅ τι φρονοίην ἀποφήνασθαι, δι’ ὀλίγου τοὺς ἑκατέρου λόγους ἀφριθμησάμενος, Οὐκ ἐξ ὑπογύου, φημί, καὶ παρημελημένως ὑμῖν, ὦ ἑταῖροι, τὰ τῶν λόγων ἔοικεν ἀπεσχεδιάσθαι, διηνεκοῦς δὲ καὶ νὴ Δί’ ἐρρωμένης φροντίδος ἐναργῆ ταῦτ’ ἐστὶν ἴχνη· σχεδὸν γὰρ οὐδέν ἐστιν ὅ τι τῶν λεκτέων εἰπεῖν ἑτέρῳ δύνασθαι παρήκατε. καὶ πολλὴ μὲν ἡ τῶν πραγμάτων ἐμπειρία, πλείων δ’ ἡ τῶν λόγων δεινότης, ὥστ’ ἔγωγε ἂν εὐξαίμην, εἴπερ ἦν ἐν δυνατῷ, γενέσθαι Θηραμένης ἐκεῖνος ὁ Κόθορνος, ἵν’
γάμοι μὲν ἀνθρώποις βιωφελὲς πρᾶγμα καὶ μακάριον, ὁπόταν εὐτυχῶνται. παιδικοὺς δ’ ἔρωτας, ὅσοι φιλίας ἁγνὰ δίκαια προμνῶνται, μόνης φιλοσοφίας ἔργον ἡγοῦμαι. διὸ δὴ γαμητέον μὲν ἅπασι, παιδεραστεῖν δὲ ἐφείσθω μόνοις τοῖς σοφοῖς· ἥκιστα γὰρ ἐν γυναιξὶν ὁλόκληρος ἀρετὴ φύεται. καὶ σὺ δ’, ὦ Χαρίκλεις, μηδὲν ἀχθεσθῇς, εἰ ταῖς Ἀθήναις ἡ Κόρινθος εἴξει.
κἀγὼ μὲν ὑπ’ αἰδοῦς συντόμῳ λόγῳ τὴν
ἀλλ’ ἡ μὲν ἐν Κνίδῳ διατριβὴ καὶ τὰ παρὰ τῇ θεῶ λαληθέντα σπουδὴν ἱλαρὰν ἅμα καὶ παιδιὰν εὔμουσον ἐσχηκότα τῇδέ πη διεκρίθη. σὺ δέ, ὦ Θεόμνηστε, ὁ τὴν ἕωλον ἡμῶν ἐκκαλεσάμενος μνήμην, εἰ δικαστὴς τότ᾿ ἦσθα, πῶς ἂν ἀπεφήνω;
Μελητίδην ἡ Κόροιβον οἴει με πρὸς θεῶν, ἵνα τοῖς ὑπὸ σοῦ δικαίως κριθεῖσιν ἐναντίαν φέρω ψῆφον; ὃς ὑπ’ ἄκρας ἡδονῆς τῶν λεγομένων ἐν Κνίδῳ διατρίβειν ᾠόμην ὀλίγου τὸ βραχὺ τοῦτο δωμάτιον αὐτὸν ἡγούμενος εἶναι τὸν νεὼν ἐκεῖνον. ὅμως δ’ οὖν —γὰρ οὐδὲν ἀπρεπὲς ἐν ἑορτῇ λέγεσθαι, πᾶς δὲ γέλως, κἂν περίεργος ᾖ, πανηγυρίζειν δοκεῖ — τοὺς ἄγαν ὑπὸ τοῦ παιτί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ;
τοσαύτης τυχὼν ἐξουσίας ὁ ἔρως θερμοτέρου τινὸς ἅπτεται πράγματος· εἶτ’ ἀπὸ μηρῶν προοιμιασάμενος κατὰ τὸν κωμικὸν αὐτὸ ἐπάταξεν.
ἐμοὶ μὲν οὕτω παιδεραστεῖν γένοιτο· μετεωρολέσχαι δὲ καὶ ὅσοι τὴν φιλοσοφίας ὀφρὺν ὑπὲρ αὐτοὺς τοὺς κροτάφους ὑπερήρκασι, σεμνῶν ὀνομάτων κομψεύμασι τοὺς ἀμαθεῖς ποιμαινέτωσαν· ἐρωτικὸς γὰρ ἦν, εἴπερ τις, καὶ ὁ Σωκράτης. καὶ ὑπὸ μίαν Ἀλκιβιάδης αὐτῷ χλανίδα κλιθεὶς οὐκ ἀπλὴξ ἀνέστη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Πάτροκλος ὑπ’ Ἀχιλλέως ἠγαπᾶτο μέχρι τοῦ καταντικρὺ καθέζεσθαι δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων,
ἀλλ’ ἦν καὶ τῆς ἐκείνων φιλίας μεσῖτις ηδονή· στένων γοῦν Ἀχιλλεὺς τὸν Πατρόκλου θάνατον ἀταμιεύτῳ πάθει πρὸς τὴν ἀλήθειαν ἀπερράγη,
τούς γε μὴν ὀνομαζομένους παρ’ Ἕλλησι κωμαστὰς οὐδὲν
Οὐκ ἀνέξομαί σου, φίλε Θεόμνηστε, ἄλλην ἀρχὴν καταβαλλομένου τρίτων λόγων, ἧς ἀκούειν ἐν ἑορτῇ μόνον εἰκός ἐστι, τἄλλα δὲ τῶν ἐμῶν ὤτων πόρρω ἀποικιεῖν. ἀφέμενοι δὲ τοῦ παρέλκειν πλείω χρόνον εἰς ἀγορὰν ἐξίωμεν· ἤδη γὰρ εἰκός ἐστιν ὑφάπτεσθαι τῷ θεῷ τὴν πυράν. ἔστι δ’ οὐκ ἀτερπὴς ἡ θέα τῶν ἐν Οἴτῃ παθῶν ὑπομιμνήσκουσα τοὺς παρόντας.
Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
+Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
+The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
+ +This pointer pattern extracts section.
+Βαδίζοντί μοι κατὰ τὴν στοὰν τὴν ἐντεῦθεν ἐξιόν
πολὺ μέντοι πρότερον, ἔφη, προσειπεῖν τουτονὶ δεόμενος ἥκω - τῇ χειρὶ τὸν Ὅμηρον ἐπιδείξας·
Μακάριος γὰρ εἶ, ἦν δ’ ἐγώ,
Ἴσως γάρ, ἔφην, ὁ Δημοσθένης ἐλάττονος ἢ καθ’ Ὅμηρον εἶναί σοι λόγου καταφαίνεται. καὶ σὺ μὲν μέγα φρονεῖς Ὅμηρον ἐπαινέσας, ἐμοὶ δὲ ὁ Δημοσθένης σμικρὸν καὶ τὸ μηδέν; Συκοφαντεῖς, ἔφη. διαστασιάσαιμι δ’ οὐκ ἂν τοὺς ἥρως, εἰ καὶ πλείων εἰμὶ τὴν γνώμην πρὸς
ἐμὲ δ’ οὐκ ἂν νομίξοις πρὸς τοῦ Δηιμοσθένους; ἀλλὰ ἐπεί γε μὴ ταύτῃ τὸν λόγον ἀτιμάζεις κατὰ τὴν ὑπόθεσιν, δῆλον ὡς τὴν ποιητικὴν ἔργον ἡγῇ μόνον, τοὺς δὲ ῥητορικοὺς λόγους καταφρονεῖς ἀτεχνῶς οἷον ἱππεὺς παρὰ πεζοὺς ἐλαύνων. Μὴ μανείην, ἔφη, ταῦτά γε, κἂν εἰ πολλῆς δεῖ τῆς μανίας ἐπὶ τὰς ποιητικὰς ἰοῦσι θύρας. Δεῖ γάρ τοι καὶ τοῖς καταλογάδην, ἔφην, ἐνθέου τινὸς ἐπιπνοίας, εἰ μέλλουσι μὴ ταπεινοὶ φανεῖσθαι καὶ φαύλης φροντίδος. Οἶδά τοι, ἔφη, ὦ ἑταῖρε, καὶ χαίρω πολλάκις ἄλλων τε δὴ λογοποιῶν καὶ τὰ Δημοσθένους ἐγγὺς τῶν Ὁμήρου τιθείς, οἷον λέγω τὴν σφοδρότητα καὶ πικρίαν καὶ τὸν ἐνθουσιασμόν, καὶ τὸ μὲν οἰνοβαρὲς
πρὸς τὰς Φιλίππου εἷς οἰωνὸς ἄριστος
πρὸς τό δεῖ γὰρ τοὺς ἀγαθοὺς ἄνδρας τὰς ἀγαθὰς ὑποθεμένους ἐλπίδας,
καὶ τό ἦ κε μέγ’ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς
πρὸς τό πηλίκον ποτὲ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες.
ῥέοντα Πύθωνα
πρὸς τὰς Ὀδυσσέως νιφάδας
τῶν λύγων, καὶ τὸ εἰ μὲν μέλλοιμεν ἀγήρω τ᾿ ἀθανάτω τε
πρὸς τό πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ.
καὶ μυρίαι γεγόνασιν αὐτοῖς ἐπὶ ταὐτὸν τῆς διανοίας ἐπιδρομαί.
ἥδομαι δὲ καὶ πάθη καὶ διαθέσεις καὶ τροπὰς λέξεως καταμανθάνων καὶ τὰς ἀφαιρούσας τὸν κόρον μεταβολὰς καὶ τὰς ἐκ τῶν παρατροπῶν ἐπανόδους καὶ τὰς τῶν παραβολῶν σὺν τῷ καιρῷ γλαφυρότητας καὶ τὸ τοῦ τρόπου μισοβάρβαρον πανταχοῦ.
καί μοι πολλάκις ἔδοξεν - οὐ γὰρ ἂν τἀληθὲς ἀποκρυψαίμην - εὐπρεπέστερον μὲν ῥᾳθυμίας Ἀττικῆς καθάπτεσθαι Δημοσθένης, ὁ τὴν παρρησίαν, ὡς φασίν, ἀνειμένος, τοῦ τοὺς Ἀχαιοὺς Ἀχαιίδας προσειπόντος, διαρχεστέρῳ δὲ τόνῳ πνεύματος τὰς Ἑλληνικὰς ἀποπληροῦν τραγῳδίας τοῦ μεταξὺ τῆς ἀκμαιοτάτης μάχης διαλόγους ἀναπλάττοντος καὶ μύθοις τὴν φορὰν σκεδαννύντος.
πολλάκις δὲ μετὰ τοῦ Δημοσθένους καὶ μέτρα κώλων καὶ ῥυθμοὶ καὶ βάσεις οὐκ ἔξω τῆς ποιητικῆς ἡδονῆς ἐκβιβάξουσιν, ὥσπερ οὐδ’ Ὅμηρος ἐλλιπὴς ἀντιθέσεων ἢ παρισώσεων ἢ σχημάτων τραχύτητος ἢ καθαρότητος. ἀλλ’ ἔοικε φύσει πως ὑπάρχειν, ταῖς δυνάμεσι τὰς ἀρετὰς ἐπιπεπλέχθαι.
ἀλλ’ οὐδὲν ἧττον τοὐμὸν ἀγώνισμα τῶν εἰς Ὅμηρον ἐγκωμίων διπλάσιον ἔργον ἢ τοὺς σοὺς εἰς Δημοσθένην ἐπαίνους τίθημι, οὐ τοῖς μέτροις, ἀλλὰ τῇ ὑποθέσει φημί, τῷ τοὐμὸν μὲν οὐκ ἔχειν ἑδραίαν τινὰ χρηπῖδα τῶν ἐπαίνων ὑποβάλλεσθαι πλήν γε τῆς ποιητικῆς αὐτῆς· τὰ δ’ ἄλλα τῷ μὲν ἀσαφῆ, πατρὶς καὶ γένος καὶ χρόνος· εἰ γοῦν τι σαφὲς αὐτῶν ἦν, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις,
πατρίδα μὲν αὐτῷ διδόντων Ἴον ἢ Κολοφῶνα ἢ Κύμην ἢ Χίον ἢ Σμύρναν ἢ Θήβας τὰς Αἰγυπτίας ἢ μυρίας ἄλλας, πατέρα δὲ Μαίονα τὸν Λυδὸν ἢ ποταμὸν καὶ μητέρα Μελανώπην φασὶν ἢ νύμφην τῶν Δρυάδων ἀνθρωπίνου γένους ἀπορίᾳ, χρόνον δὲ τὸν ἡρωϊκὸν ἢ τὸν Ἰωνικόν. καὶ μηδ’ ὅπως πρὸς τὸν Ἡσίοδον εἶχεν ἡλικίας σαφῶς εἰδέναι, ὅπου γε καὶ τοὔνομα πρὸ τοῦ γνωρίμου τὸ Μελησιγενῆ προκρίνουσι· τύχην δὲ πενίας ἢ πάθος ὀμμάτων. ἀλλὰ μὴν βέλτιον ἂν εἴη καὶ ταῦτα ἐᾶν ἐν ἀσαφεῖ κείμενα. περὶ στενὸν δή μοι κομιδῇ τὸ ἐγκώμιον,
τὸ δὲ σόν, ἔφη, κατὰ χειρὸς ἐπίδρομον τε καὶ λεῖον ἐφ’ ὡρισμένοις τε καὶ γνωρίμοις μόνον ὀνομάτων, οἷον ὄψον ἕτοιμον ἡδυσμάτων παρὰ σοῦ δεόμενον. τί γὰρ οὐ μέγα τῷ Δημοσθένει καὶ λαμπρὸν ἡ τύχη προσῆψε; τί δ’ οὐ γνώριμον; οὐκ Ἀθῆναι μὲν αὐτῷ πατρὶς αἱ λιπαραὶ καὶ ἀοίδιμοι καὶ τῆς Ἑλλάδος ἔρεισμα; καίτοι λαβόμενος ἂν ἐγὼ τῶν Ἀθηνῶν ἐπὶ τῆς ποιητικῆς ἐξουσίας ἐπεισῆγον ἂν ἔρωτας θεῶν καὶ κρίσεις καὶ κατοικήσεις καὶ δωρεὰς καὶ τὴν Ἐλευσῖνα. νόμων δὲ καὶ δικαστηρίων καὶ πανηγύρεων καὶ Πειραιῶς καὶ ἀποικιῶν καὶ τροπαίων θαλαττίων τε καὶ χερσαίων ἐπεισηγμένων οὐδ’ ἂν εἷς ἐπ’ ἴσης ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, φησὶν ὁ Δημοσθένης. ἀφθονία. μὲν οὖν
παρέντι δὴ τὰς Ἀθήνας ἐκδέχεται τὸν λόγον πατὴρ τριήραρχος, χρυσέα κρηπὶς κατὰ Πίνδαρον· οὐ γὰρ ἦν Ἀθήνησι λαμπρότερον τιμήματος τριηραρχικοῦ. εἰ δὲ τοῦ Δημοσθένους ἔτι κομιδῇ παιδὸς ὄντος ἐτελεύτα,
Ὁμήρου μὲν οὖν οὔτε παίδευσιν οὔτ’ ἄσκησιν μνήμῃ καθ’ ἱστορίαν παρειλήφαμεν, ἀλλ’ εὐθὺς ἀνάγκη τῶν ἐπαίνων ἅπτεσθαι τῶν ὑπ’ αὐτοῦ δεδημιουργημένων, ὕλην ἐκ τροφῆς καὶ μελέτης καὶ διδασκαλίας οὐκ ἔχοντα, μηδ’ οὖν ἐπὶ τὴν Ἡσιόδου δάφνην καταφυγόντα τὴν ῥᾳθύμως καὶ τοῖς ποιμέσι τῶν ἐπῶν ἐπιπνέουσαν. σοὶ δὲ ἐνταῦθα δή που πολὺς μὲν ὁ Καλλίστρατος, λαμπρὸς δὲ ὁ κατάλογος, Ἀλκιδάμας, Ἰσοκράτης, Ἰσαῖος, Εὐβουλίδης. μυρίων μὲν ἐφελκομένων Ἀθήνησι τῶν ἡδονῶν καὶ τοὺς πατρονομίας ἀνάγκαις ὑποκειμένους, ταχείας δὲ οὔσης τοῖς μειρακίοις τῆς ἡλικίας εἰς τὰς θρύψεις ὑπολισθάνειν, παρὸν δ’ αὐτῷ κατ’ ἐξουσίαν κωμάζειν ἐκ τῆς τῶν ἐπιτρόπῶν ὀλιγωρίας, ὁ τῆς φιλοσοφίας καὶ τῆς πολιτικῆς ἀρετῆς κατεῖχε πόθος. ὃς αὐτὸν ἦγεν οὐκ ἐπὶ τὰς Φρύνης, ἀλλ’ ἐπὶ τὰς Ἀριστοτέλους καὶ Θεο- φράστου καὶ Ξενοκράτους καὶ Πλάτωνος θύρας.
κἀνταῦθ’ ἄν, ὦ βέλτιστε, φιλοσοφοῖς τῷ λόγῳ διττὰς ἐπ’ ὅσαι Ζηνὸς ἐγγὺς καὶ θεῶν ἀγχίσποροι,
φησὶν ὁ τραγικός.
ἔρωτι δὴ πάντα πόριμα,
οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγῳδίας ἐν οἴνῳ γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν. οὐχ οὕτως ὁ Δημοσθένης συνετίθει πρὸς μέθην τοὺς λόγους, ἀλλ’ ὕδωρ πίνων· ᾗ καὶ τὸν Δημάδην παῖξαί φασιν εἰς ταύτην αὐτοῦ τὴν ὑδροποσίαν, ὡς οἱ μὲν ἄλλοι πρὸς ὕδωρ λέγοιεν, τὸν Δημοσθένην δὲ πρὸς ὕδωρ γράφειν. Πυθέᾳ δὲ ὁ κρότος τῶν Δημοσθενικῶν λόγων ἀπόξειν ἐφαίνετο τοῦ νυκτερινοῦ λύχνου. καὶ τουτὶ μέν, ἔφη, σοὶ τὸ χωρίον τοῦ λόγου κοινὸν πρὸς τὴν ἐμὴν ὑπόθεσιν· οὐ γάρ τοι μείων ὁ περὶ τὴν Ὁμήρου ποίησιν ὑπῆρχε κἀμοὶ λόγος.
ἀλλ’ εἰ μετίοις ἐπὶ τὰς φιλανθρωπίας καἱ τὴν ἐν τοῖς χρήμασι φιλοτιμίαν καὶ τῆς πολιτείας τὴν ὅλην λαμπρότητα . . . . . καὶ ὁ μὲν ᾔει συνείρων ὡς τὰ λοιπὰ προσθήσων, ἐγὼ δὲ γελάσας, Ἦ πού γε, ἔφην,
Ἴσως γάρ, ἔφην, ὦγαθέ, νομίζεις ἐμὲ δὴ μόνον τῶν ἕν ῥητορικῇ βεβιωκότων μὴ διατεθρυλῆσθαι τὰ ὦτα ταῖς Δημοσθένους πράξεσιν; Εἴ γε, ἔφη, περὶ τὸν λόγον ἐπικουρίας τινός, ὡς σὺ φής, δεόμεθα· πλὴν εἰ μή σε τοὐναντίον κατέχει πάθος, οἷον αὐγῆς περιλαμπούσης οὐχ ἔχεις πρὸς
σὸν δέ μοι φαίνεται καὶ τοῦτο, ἔφη, πολὺ ῥᾷον ἢ τὸ κατ’ ἐμὲ εἶναι· τῆς μὲν γὰρ Ὁμήρου δόξης οἷον ἐπὶ μιᾶς ὁρμού- σης τῆς ποιητικῆς δυνάμεως ἀθρόως ἐξ ἀνάγκης ἦν ἁπάσης λαβέσθαι: σὺ δ’ εἰ μὲν ἐπὶ τὸν Δημοσθένην ὅλον ἐφάπαξ τῇ γνώμῃ τράποιο, καὶ μάλα ἂν ἀποροῖς περὶ τὸν λόγον ᾄττων οὐδ’ ἔχων ὅτου πρώτου τῇ γνώμῃ λάβοιο, καθάπερ οἱ λίχνοι πάσχουσι περὶ τὰς Συρακουσίας τραπέξας ἢ οἱ φιλήκοοι καὶ φιλοθεάμονες εἰς μυρίας ἀκου- σμάτων καὶ θεαμάτων ἐμπεσόντες ἡδονάς· οὐχ ἔχουσιν ἐφ’ ἣν ἔλθωσιν ἀεὶ τὴν ἐπιθυμίαν μετατιθέντες. οἷμαι δὲ καὶ σὲ μεταπηδᾶν οὐκ ἔχοντα ἐφ’ ὅ τι σταίης. ἐν κύκλῳ σε περιελκόντων φύσεως μεγαλοπρεποῦς, ὁρμῆς διαπύ- ρου, βίου σώφρονος, λόγου δεινότητος, τῆς ἐν ταῖς πράξεσιν
ὥσπερ οὖν ὁ Πίνδαρος ἐπὶ πολλὰ τῷ νῷ τραπόμενος οὕτως πῶς ἠπόρηκεν, Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν,
οὑτωσὶ δὲ καὶ σὺ ταὐτὸν ἔοικας ἀπορεῖν, λόγον ἢ βίον ἢ ῥητορικὴν ἢ φιλοσοφίαν ἢ δημαγωγίαν ἢ τὸν θάνατον τἀνδρὸς ὑμνητέον.
ἔστι δ’ οὐδὲν ἔργον ἐκφυγεῖν, ἔφη, τὴν πλάνην, ἀλλ’ ἑνὸς ὅτου δὴ λαβόμενος ἢ τῆς ῥητορείας καθ’ αὑτὴν εἰς ταύτην κατάθου τοῦτον τὸν λογον. ἱκανή γ’ ἄν σοι οὐδ’ ἡ Περικλέους· ἐκείνου μέν γὲ
πρός γε μὴν τὰς τῆς ψυχῆς ἀρετὰς ἢ τὰς πολιτείας αὐτοῦ τραπομένῳ καλὸν μίαν ἡντινοῦν ἀποτεμέσθαι τὴν διατριβήν, εἰ δὲ βούλοιο δαψιλές, δύο καὶ σύντρεις ἑλόμενον ἔχειν ἀποχρῶσαν λόγων ὑποβολήν· πολλὴ γὰρ ἐν ἅπασιν ἡ λαμπρότης. εἰ δ’ οὐκ ἐκ τοῦ παντὸς, ἀλλ’ ἐκ μέρους ἐπαινεσόμεθα, νόμος μὲν Ὁμηρικός, ἡρώων ἐπαίνους ἐκ μερῶν διατέθεσθα,. ποδῶν ἢ κεφαλῆς ἢ κόμης, ἤδη δὲ κἀκ τῶν φορημάτων ἢ ἀσπίδων, μεμπτὸν δ’ οὐδὲ τοῖς θεοῖς ἐγένετο ὑμνεῖσθαι πρὸς τῶν ποιητῶν ἐξ ἠλακάτης ἡ τόξων ἢ τῆς αἰγίδος,
Ταῦτα τοῦ Θερσαγόρα διεξελθόντος, Οἶμαί σε, ἔφην, ἓν ἐπιδεδεῖχθαί μοι βουλόμενον, τὸ μὴ μόνον ποιητὴν ἀγαθὸν εἶναι, τῶν λόγων παρεμπόρευμα πεποιῆσθαι τὸν Δημοσθένην τὰ πεξὰ τοῖς ἐμμέτροις προστιθέντα. Σοὶ μὲν οὖν, ἔφη τὴν ῥᾳστώνην ὑποτιθεὶς προήχθην ἐπιδραμεῖν τὸν λόγον. εἴ τι τῆς φροντίδος ἀνεὶς ἀκροατὴς ἡμῖν γένοιο. Προὔργου τοίνυν, ἔφην, σοὶ γέγονεν οὐδέν, εὖ ἴσθι. σκόπει δὲ καὶ μὴ πλέον ᾖ γεγονὸς θάτερον. Καλὸν ἂν λέγοις, ἔφη, τὸ ἴαμα. Σὺ γάρ, ἔφην, ἀγνοεῖς, οἶμαι, τὸ παρὸν ἄπορον, εἶτα ἰατροῦ δίκην τὸ τοῦ νοσοῦντος σαθρὸν ἀγνοήσαντος ἄλλο θεραπεύεις. Ὅτι τί δή; Σὺ μὲν ἃ ταράξειεν ἂν τὸν πρῶτον ἰόντα πρὸς τὸν λόγον, ἐπεχείρησας ἰάσασθαι, τὰ δ’ ἤδη κατανάλωται πολλαῖς ἐτῶν περιόδοις· ὥστε ταύτης τῆς ἀπορίας ἕωλά σοι τὰ ἰάματα. Τοῦτ’ οὖν, ἔφη, σοὶ τό γε ἴαμα· χρὴ μέντοι καθάπερ ὁδοῦ θαρραλεωτάτην εἶναι
Τὴν ἐναντίαν γάρ, εἷπον, προὐθέμην ἤ φασιν Ἀννίκεριν τὸν Κυρηναῖον φιλοτιμηθῆναι πρὸς Πλάτωνά τε καὶ τοὺς ἑταίρους· τὸν μέν γε Κυρηναῖον ἁρματηλασίαν ἐπιδεικνύντα πολλοὺς περὶ τὴν Ἀκαδημίαν ἐξελαύνειν δρόμους ἐπὶ τῆς αὐτῆς ἁρματοτροχίας ἅπαντας μηδὲν παραβάντας, ὥσθ’ ἑνὸς δρόμου σημεῖα κατὰ τῆς γῆς ὑπολείπεσθαι· τοὐμὸν δέ γε τὴν ἐναντίαν σπεύδει, τὰς ἁρματοτροχίας ἀλεείνειν. οὐ μάλα ῥᾴδιον δ’, οἶμαι, καινουργεῖν ὁδοὺς τῶν τετριμμένων ἐκτρεπόμενον. Ἀλλά τοι τὸ Παύσωνος, ἔφη, σοφόν. Ποῖον; ἔφην· οὐ γὰρ ἀκήκοα.
Παύσωνι τῷ ξωγράφώ
Σὺ μέν, εἶπεν, ὑπὲρ τὸν Πρωτέα μηχανᾷ τὴν ἐμὴν ἀκρόασιν ἀποδιδράσκειν. Οὔκ, ὦγαθέ, ἔφην, τοῦτο· παρέξω γοῦν ἐμαυτὸν ἀκροᾶσθαι παρεὶς τὴν ἐπηρτημένην φροντίδα. τάχ’ ἄν τι περὶ τοῦ σοῦ κυήματος ἄφροντις γενόμενος καὶ τῆς ἐμῆς ὠδῖνος συμφροντίσαις.
+Ὡς οὖν ἐδόκει ταῦτα αὐτῷ, καθίσαντες ἐπὶ τῆς πλησίον κρηπῖδος ἐγὼ μὲν ἠκροώμην, ὁ δ’ ἀνελέγετο μάλα γενναῖα ποιήματα. μεταξὺ δ’ ὥσπερ ἔνθους γενόμενος ἐπιπτύξας τὸ γραμματεῖον, Κομίζου τὸν ἀκροατικόν, ἔφη, μισθὸν καθάπερ Ἀθήνησιν ἐκκλησιαστικὸν ἢ δικαστικόν. ἀλλ’ ὅπως εἴσῃ μοι χάριν. Χάριν μέν, ἔφην, εἴσομαι καὶ πρὶν ὅ τι καὶ λέγεις εἰδέναι.
τί δέ ἐστιν ὅ τι καὶ λέγεις; Μακεδονικοῖς, εἶπεν, ἐντυχὼν τῆς βασιλικῆς οἰκίας ὑπομνήμασι καὶ τότε ὑπερησθεὶς τὸ βιβλίον οὐ
Ὡς οὖν ἀνέγνω τὰ λοιπὰ τοῦ γραμματείου, διατρίψαντες ὀλίγον ὅσον ἀποδοῦναι τῷ ποιήματι τοὺς δικαίους ἐπαίνους ᾔειμεν εἰς τὰ Θερσαγόρου· καὶ μόλις μέν, ἐπιτυγχάνει δὲ τῷ βιβλίῳ. κἀγὼ λαβὼν τότε μὲν ἀπηλλαττόμην. ἐντυχὼν δὲ οὕτω τὴν γνώμην διετέθην, ὡς οὐδέν τι περιτρέψας, ἀλλ’ ἐπ᾿ αὐτῶν τῶν ὀνομάτων τε καὶ ῥημάτων ὑμῖν ἀναλέξομαι. οὐδὲ γὰρ τἀσκληπιῷ μεῖόν τι γίνεται τῆς τιμῆς, εἰ, μὴ τῶν προσιόντων αὐτῶν ποιησάντων παιᾶνα, τὰ Ἰσοδήμου τοῦ Τροιζηνίου καὶ Σοφοκλέους ᾄδεται, καὶ τῷ Διονύσῳ τὸ μὲν ποίησιν καινὴν ποιεῖν ἐκλέλειπται, τὰ δὲ προτέροις συντεθέντα
τὸ μὲν οὖν βιβλίον τοῦτο—ἔστι δὲ τῶν ὑπομνημάτων τὸ προσῆκον ἡμῖν μέρος τόδε δρᾶμα—τὸ βιβλίον φησίν, Ἀντιπάτρῳ μεμηνῦσθαι παρόντα τὸν Ἀρχίαν. ὁ δ’ Ἀρχίας, εἴ τις ἄρα τῶν νεωτέρων ἀγνοεῖ, τοὺς φυγάδας ἐτέτακτο συλλαμβάνειν. ἐπέσταλτο δ’ αὐτῷ καὶ Δημοσθένην ἀπὸ τῆς Καλαυρίας πεῖσαι μᾶλλον ἢ βιάσασθαι πρὸς τὸν Ἀντίπατρον ἥκειν. καὶ δὴ καὶ μετέωρος ἐπὶ ταύτης ὁ Ἀντίπατρος ἦν τῆς ἐλπίδος τὸν Δημοσθένην ἀεὶ προσδοκῶν. ὡς οὖν ἤκουσεν ἀπὸ τῆς Καλαυρίας ἥκοντα τὸν Ἀρχίαν, εὐθὺς ὡς εἶχεν ἐκέλευσεν εἴσω καλεῖν.
ἐπεὶ δ’ εἰσῆλθεν . . . . αὐτὸ φράσει τὰ λοιπὰ τὸ βιβλίον.
+Χαῖρε, ὦ Ἀντίπατρε.
Τί δ’ οὐ μέλλω χαίρειν, εἰ Δημοσθένην ἤγαγες;
Ἤγαγον, ὡς ἐδυνάμην· ὑδρίαν γὰρ κομίζω τῶν Δημοσθένους λειψάνων.
Ἀπ᾿ ἐλπίδος γε μὴν ἔσφηλας, ὦ Ἀρχία. τι γὰρ τῶν ὀστῶν καὶ τῆς ὑδρίας Δημοσθένην οὐκ ἔχοντι;
Τὴν γὰρ ψυχήν, ὦ βασιλεῦ, πρὸς βίαν αὐτοῦ κατέχειν ἀδύνατον.
Τί δ’ οὐ ζῶντα κατειλήφατε;
Κατειλήφαμεν.
Κατὰ τὴν ὁδὸν οὖν τέθνηκεν;
Οὔκ, ἀλλ’ οὗπερ ἦν, ἐν Καλαυρίᾳ.
Τάχα τῆς ὑμετέρας γέγονεν ἔργον ὀλιγωρίας οὐ θεραπευόντων τὸν ἄνθρωπον.
Ἀλλ’ οὐδ’ ὑφ’ ἡμῖν ἐγένετο.
Τί φής; αἰνίγματα λέγεις, ὦ Ἀρχία, ξῶντα λαβόντες οὐκ ἔχετε.
Οὐ γὰρ ἐκέλευες τήν γε πρώτην μὴ βιάζεσθαι; καίτοι πλέον ἂν οὐδὲ βιασαμένοις οὐδὲν ἦν· καὶ γὰρ οὖν ἐμελλήσαμεν.
Οὐκ εὖ γε ὑμεῖς οὐδὲ μελλήσαντες. ἴσως οὖν ἐκ τῆς ὑμετέρας τέθνηκε βίας.
Ἡμεῖς μὲν αὐτὸν οὐκ ἀπεκτείναμεν, βιάξεσθαι δὲ μὴ πείθουσιν ἀναγκαῖον ἦν. σοὶ δ’, ὦ βασιλεῦ, τί τὸ πλέον, εἰ ξῶν ἀφίκετο; πάντως οὐδὲν ἂν αὐτὸν ἢ ἀπέκτεινας.
Εὐφήμει, ὦ Ἀρχία· δοκεῖς μοι μὴ συννενοηκέναι μήθ’ ὅστις ὁ Δημοσθένης μήτε τὴν ἐμὴν γνώμην, ἀλλὰ νομίζειν ὅμοιον εἶναι Δημοσθένην εὑρεῖν καὶ τούτους ζητεῖν τοὺς κακῶς ἀπολωλότας, Ἱμεραῖον τὸν Φαληρέα καὶ τὸν Μαραθώνιον Ἀριστόνικον καὶ τὸν ἐκ Πειραιῶς Εὐκράτην, τῶν ῥαγδαίων ῥευμάτων οὐδὲν διαφέροντας, ἀνθρώπους ταπεινούς, ἀφορμῇ προσκαίρων
Τί δ’; οὐκ ἐχθρῶν ἡμῖν ἔχθιστος ὁ Δημοσθένης;
Οὐχ ὅτῳ μέλει τρόπου πίστεως, φίλον πᾶν ἄδολον καὶ βέβαιον ἦθος ἡγουμένῳ· τὰ γάρ τοι καλὰ καὶ παρ’ ἐχθροῖς καλὰ καὶ τὸ τῆς ἀρετῆς πανταχοῦ τί μιον. οὐδὲ κακίων ἐγὼ Ξέρξου τοῦ Βοῦλιν καὶ Σπέρχιν τους Λακεδαιμονίους θαυμάσαντος καί, κτεῖναι παρόν,
ἐγὼ δὲ ταύτην μὲν δευτέραν ἔταττον ἐν χώρᾳ τιθεὶς ὀργάνου, Δημοσθένην
ἐγὼ δέ, ὦ Παρμενίων, ἔφη, εἰ μέν
πρὸς Παρμενίωνα μὲν ταῦτα. τοιούτους δὲ τινας καὶ πρὸς ἐμὲ λύγους ἐποιήσατο· τῶν γὰρ μετὰ Διοπείθους Ἀθήνηθεν ἀπεσταλμένων, ἐγὼ μὲν εἶχον διὰ φροντίδος, ὁ δ’ εὖ μάλα γελάσας ἔφη· Σὺ δ’ ἀστικὸν στρατηγὸν ἢ στρατιώτην δέδοικας
ἀλλ’ ἀνίστησι μὲν ἄκοντας οἷον ἐκ μανδραγόρου καθεύδοντας τοὺς αὑτοῦ πολίτας, ὥσπερ τομῇ τινι καὶ καύσει τῆς ῥᾳθυμίας τῇ παρρησίᾳ χρώμενος, ὀλίγον τοῦ πρὸς ἡδονὴν φροντίσας. μετατίθησι δὲ τῶν χρημάτων τοὺς πόρους ἀπὸ τῶν θεάτρων ἐπὶ τὰ στρατόπεδα, συντίθησι δὲ τὸ ναυτικὸν νόμοις τριηραρχικοῖς ὑπὸ τῆς ἀταξίας μόνον οὐ τελέως διεφθαρμένον, ἐγείρει δ’ ἐρριμμένον
τοῦτον οὖν, ὦ Ἀντίπατρε, χρὴ δεδιέναι μᾶλλον ἢ πάσας τριήρεις καὶ πάντας ἀποστόλους· ὃ γὰρ Ἀθηναίοις τοῖς πάλαι Θεμιστοκλῆς καὶ Περικλῆς ἐγένετο, τοῦτο τοῖς νῦν ὁ Δημοσθένης, ἐφάμιλλος Θεμιστοκλεῖ μὲν τὴν σύνεσιν, Περικλεῖ
Τοιαῦτα καὶ τότε καὶ πολλάκις πρὸς με Φίλιππος περὶ τἀνδρὸς ἔλεγεν, ἓν τῶν παρὰ τῆς τύχης χρηστῶν τιθέμενος τὸ μὴ στρατηγεῖν τὸν Δημοσθένην, οὗ γε καὶ τοὺς λόγους ὥσπερ κριοὺς ἢ καταπέλτας Ἀθήνηθεν ὁρμωμένους διασείειν αὐτοῦ καὶ ταράττειν τὰ βουλεύματα· περὶ μὲν γὰρ Χαιρωνείας οὐδὲ μετὰ τὴν νίκην ἐπαύετο πρὸς ἡμᾶς λέγων εἰς ὅσον ἄνθρωπος ἡμᾶς κινδύνου κατέστησε. καὶ γὰρ εἰ παρ’ ἐλπίδα καὶ κακία στρατηγῶν καὶ στρατιωτῶν ἀταξίᾳ καὶ τῇ παραδόξῳ ῥοπῇ τῆς τύχης τῇ πολλὰ πολλάκις ἡμῖν συνειργασμένῃ κεκρατήκαμεν, ἀλλ’ ἐπὶ μιᾶς γε ταύτης ἡμέρας τὸν περὶ τῆς ἀρχῆς καὶ τῆς ψυχῆς κίνδυνον ἐπέστησέ μοι, τὰς ἀρίστας πόλεις εἰς ἓν συναγαγὼν καὶ πᾶσαν τὴν Ἑλληνικὴν δύναμιν ἀθροίσας, Ἀθηναίους ἅμα καὶ Θηβαίους Βοιωτούς τε τοὺς ἄλλους καὶ Κορινθίους Εὐβοέας τε καὶ Μεγαρέας καὶ τὰ κράτιστα τῆς Ἑλλάδος διακινδυνεύειν συναναγκάσας καὶ μηδ’ εἴσω μὲ τῆς ᾿Αττικῆς ἐπιτρέψας παρελθεῖν.
τοιοῦτοί τινες ἦσαν αὐτῷ συνεχεῖς περὶ Δημοσθένους οἱ λόγοι· καὶ πρός γε τοὺς λέγοντας ὡς μέγαν ἔχοι τὸν
οὐ γάρ ἐστι κατὰ τῶν Δημοσθένους λόγων ἐγεῖραι τρόπαιον.
+Ταῦτα ὁ Φίλιππος. καὶ μέντοι καὶ πάντως ἔλαττον ἂν ἔχοντες εἰ λάβοιμεν τοιοῦτον ἄνδρα, πρὸς Διός. Ἀρχία, τί ποτε νομίζεις; βοῦν ἂν ἐπὶ σφαγὴν ἤγομεν ἢ πολὺ μᾶλλον ἂν σύμβουλον περὶ τῶν Ἑλληνικῶν πραγμάτῶν καὶ τῆς ἀρχῆς πάσης ἐποιούμεθα; φύσει μὲν γὰρ αὐτῷ καὶ κατ’ ἀρχὰς προσεπεπόνθειν ἐξ αὐτῶν τῶν πολιτευμάτων, ἔτι δὲ μᾶλλον Ἀριστοτέλει μάρτυρι· πρὸς γοῦν τὸν Ἀλέξανδρον καὶ πρὸς ἡμᾶς γε λέγων οὐδὲν ἐπαύετο, τοσούτων ὄντων τῶν αὐτῷ προσπεφοιτηκότων, μηδένα οὕτως πώποτε θαυμάσαι μεγέθους τε φύσεως καὶ τῆς περὶ τὴν ἄσκησιν ἐγκρατείας καὶ βάρους καὶ τάχους καὶ παρρησίας καὶ καρτερίας.
Ὑμεῖς δέ, ἔφη, διανοεῖσθε ὡς ὑπὲρ Εὐβούλου καὶ Φρύνωνος καὶ Φιλοκράτους, καὶ πειρᾶσθε δώροις καὶ τοῦτον ἀναπείθειν, ἄνθρῶπον
ταῦτά τοι, ὦ ᾿Αρχία, ὑπερεπεθύμουν αὐτῷ συγγενόμενος τήν τε γνώμην, ἣν ἔχοι περὶ τῶν παρόντῶν, ἀκοῦσαι λέγοντος καὶ τῶν ἀεὶ παραπεπτωκότων
Ὦ βασιλεῦ, τῶν μὲν ἄλλων ἴσως ἂν ἔτυχες, ταυτὶ δὲ μάτην ἂν ἔλεγες· οὕτως μανικῶς φιλαθήναιος ἦν.
Ἦν ταῦτα, ὦ Ἀρχία· τί γὰρ ἂν καὶ λέγοιμεν; ἀλλὰ πῶς ἀπέθανεν;
Ἔοικας ἔτι μᾶλλον, ὦ βασιλεῦ, θαυμάσειν· καὶ γὰρ ἡμεῖς οὗ τεθεαμένοι διαφέρομεν οὐδὲν ἐκπλήξει τε καὶ ἀπιστίᾳ τῶν ὁρώντων. ἔοικε γὰρ δὴ πάλαι ὧδε βεβουλευμένῳ περὶ τῆς ὑστάτης ἡμέρας· δηλοῖ δὲ
Τίνες γὰρ ἦσαν οἱ παρ’ ὑμῶν λόγοι;
Πολλὰ καὶ φιλάνθρωπα προὐτεινόμην ἔλεόν τινα παρὰ σοῦ καθυπισχνούμενος, οὐ μάλα μὲν προσδοκῶν—οὐ γὰρ ἠπιστάμην, ἀλλὰ σὲ ᾤμην δι᾿ ὀργῆς ἔχειν τὸν ἄνθρωπον—χρήσιμον δ’ οὖν πρὸς τὸ πείθειν νομίξων.
Ὁ δὲ πῶς προσίετο τοὺς λόγους; καί με μηδὲν ἀποκρύψῃ· μάλιστα μὲν γὰρ αὐτήκοος ἂν ἐβουλόμην παρὼν εἶναι νῦν. ἀλλὰ σύ γε μὴ παραλίπῃς μηδέν· οὐ γάρ τοι σμικρὸν ἔργον, ἦθος ἀνδρὸς γενναίου πρὸς αὐτῷ τῷ τέλει τοῦ βίου καταμαθεῖν, πότερον ἄτονος καὶ νωθρὸς ἦν ἢ παντάπασιν ἀκλινὲς τὸ τῆς ψυχῆς ὄρθιον ἐφύλαττεν.
Οὐδὲν ὑπέστελλεν ἐκεῖνός γε. πῶς γάρ; ὃς ἡδὺ γελάσας κἀμὲ δὴ σκώπτων εἰς τὸν πρότερον βίον, ἀπίθανον ἔφη με ὑποκριτὴν εἶναι τῶν σῶν ψευσμάτων.
Ἀπιστήσας ἄρα τοῖς ἐπαγγέλμασι προεῖτο τὴν ψυχήν;
Οὔκ· εἴ γε τῶν λοιπῶν ἀκούσαις, οὐ δόξει σοι μόνον ἀπιστεῖν. ἀλλ’ ἐπεὶ κελεύεις, ὦ βασιλεῦ, λέγειν,
καλὸν γάρ, Ἀρχία, εἰ τὸ ζῆν ἐμοὶ Πειραιεὺς αὐτὸς παρέχοι καὶ τριήρης ἣν ἐπιδέδωκα, καὶ τεῖχος καὶ τάφρος τοῖς ἐμοῖς τέλεσιν ἐξειργασμένα καὶ φυλὴ Πανδιονίς, ᾗ ἐθελοντὴς ἐχορήγουν ἐγώ, καὶ Σόλων καὶ Δράκων καὶ παρρησία βήματος καὶ δῆμος ἑλεύθερος καὶ ψηφίσματα στρα- τιωτικὰ καὶ νόμοι τριηραρχικοὶ καὶ προγόνων ἀρεταὶ καὶ τρόπαια καὶ πολιτῶν εὔνοια τῶν ἐμὲ πολλάκις ἐστεφανωκότων καὶ δύναμις Ἑλλήνων τῶν ὑπ’ ἐμοῦ μέχρι νῦν τετηρημένων· εἰ δὲ καὶ βιωτὸν ἐλεηθέντι, ταπεινὸν μέν, ἀνεκτὸς δ’ οὖν ὁ ἔλεος παρὰ τοῖς οἰκείοις, ὧν ἐλυσάμην
εἰ δέ με μὴ σώζει νήσων ἀρχὴ καὶ θάλαττα, παρά γε τουτουὶ Ποσειδῶνος αἰτῶ τὸ σώζεσθαι καὶ τοῦδε τοῦ βωμοῦ καὶ τῶν ἱερῶν νόμων. εἰ δὲ Ποσειδῶν, ἔφη, μὴ δύναται φυλάττειν τὴν ἀσυλίαν τοῦ νεὼ μηδ’ ἐπαισχύνεται προδοῦναι Δημοσθένην Ἀρχίᾳ, τεθναίην, οὐδὲν Ἀντίπατρος ἡμῖν ἀντὶ τοῦ θεοῦ κολακευτέος. ἐξῆν μοι φιλτέρους ἔχειν
ἀλλὰ δίκαιον γάρ, ἔφη, σοὶ τῶν τραγῳδιῶν
κόρη καὶ ταῦτα· Δημοσθένης δὲ εὐσχήμονος θανάτου βίον προκρινεῖ ἀσχήμονα τῶν Ξενοκράτους καὶ Πλάτωνος ὑπὲρ ἀθανασίας λόγων ἐκλαθόμενος; καί τινα καὶ πικρότερον ἔλεγε προαχθεὶς εἰς τοὺς ταῖς τύχαις ἐξυβρίζοντας. ἀλλὰ τί δεῖ νῦν λέγειν ἐμέ; τέλος δ’ ἐμοῦ τὰ μὲν δεομένου, τὰ δ’ ἀπειλοῦντος, ἁπαλὴν μοῦσαν στερεᾷ κεραννύντος, Ἐπείσθην ἄν, ἔφη, τούτοις Ἀρχίας ὤν, ἐπεὶ δὲ Δημοσθένης εἰμί, συγγίνωσκέ μοι, ὦ δαιμόνιε, μὴ πεφυκότι κακῷ γενέσθαι.
τότε δὴ τότε πρὸς βίαν αὐτὸν ἀποσπᾶν διενοούμην· ὁ δ’ ὡς ᾔσθετο, δῆλος ἦν καταγελῶν καὶ τὸν θεὸν προσβλέψας, Ἔοικεν Ἀρχίας, εἶπεν, ὅπλα μόνα καὶ τριήρεις καὶ τείχη καὶ στρατόπεδα δυνάμεις εἶναι καὶ κρησφύγετα ταῖς ἀνθρωπίναις ψυχαῖς ὑπολαμβάνειν, τῆς δ᾽ ἐμῆς παρασκευῆς καταφρονεῖν, ἣν οὐκ ἂν ἐλέγξειαν Ἰλλυριοὶ καὶ Τριβαλλοὶ καὶ Μακεδόνες
ταῦτα εἰπών, Μὴ πρόσαγέ μοι τὴν χεῖρα, ἔφη· τὸ κατ’ ἐμὲ γὰρ οὐδὲν παράνομον ὁ νεὼς πείσεται, τὸν δὲ θεὸν προσειπὼν ἑκὼν ἕψομαι. κἀγὼ μὲν ἦν ἐπὶ τῆς ἐλπίδος ταύτης, καὶ τὴν χεῖρα τῷ στόματι προσαγαγόντος, οὐδὲν ἀλλ’ ἢ προσκυνεῖν ὑπελάμβανον.
Τὸ δὲ τί δή ποτε ἦν;
Ὕστερον βασάνοις θεραπαίνης ἐφωράσαμεν πάλαι φάρμακον αὐτὸν τεταμιεῦσθαι λύσει ψυχῆς ἀπὸ σώματος ἐλευθερίαν κτώμενον. οὐ γὰρ οὖν ἔφθασεν ὑπερβὰς τὸν οὐδὸν τοῦ νεώ, καὶ πρὸς ἐμὲ βλέψας, Ἄγε δὴ τοῦτον, ἔφη, πρὸς Ἀντίπατρον, Δημοσθένην δὲ οὐκ ἄξεις, οὐ μὰ τοὺς . . . . κἀμοὶ μὲν ἐφαίνετο προσθήσειν τοὺς ἐν Μαραθῦνι πεπτωκότας.
ὁ δὲ χαίρειν εἰπὼν
Δημοσθένους γε καὶ ταῦτα, ὦ Ἀρχία. βαβαῖ τῆς ἀηττήτου ψυχῆς καὶ μακαρίας, ὡς ἀνδρεῖον μὲν αὐτῷ τὸ λῆμα, πολιτικὴ δὲ πρόνοια μετὰ χεῖρα τὸ πιστὸν τῆς ἐλευθερίας ἔχειν. ἀλλ’ ὃ μὲν οἴχεται βίον ἕξων τὸν ἐν μακάρων νήσοις ἡρώων λεγόμενον ἢ τὰς εἰς οὐρανὸν ψυχαῖς νομιζομένας ὁδούς, ὀπαδός τις δαίμων ἐσόμενος ἐλευθερίου Διός, τὸ σῶμα δ’ ἡμεῖς εἰς Ἀθήνας ἀποπέμψομεν, κάλλιον ἀνάθημα τῇ γῇ τῶν ἐν Μαραθῶνι πεπτωκότων.
Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
+Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
+The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
+ +This pointer pattern extracts section.
+Τίς ἡ φωνὴ προσέβαλεν ἡμῖν, ὦ Σώκρατες, πόρρωθεν ἀπὸ τῶν αἰγιαλῶν καὶ τῆς ἄκρας ἐκείνης;
Θαλαττία τις, ὦ Χαιρεφῶν, ὄρνις ἀλκυὼν ὀνομαζομένη, πολύθρηνος καὶ πολύδακρυς, περὶ ἧς δὴ παλαιὸς ἀνθρώποις μεμύθευται λόγος· φασὶ γυναῖκά ποτε οὖσαν Αἰόλου τοῦ Ἕλληνος θυγατέρα κουρίδιον ἄνδρα
Ἀλκυὼν τοῦτ’ ἔστιν, ὃ σὺ φής; οὐ πώποτε πρόσθεν ἠκηκόειν τῆς φωνῆς, ἀλλά μοι ξένη τις τῷ ὄντι προσέπεσε· γοώδη γοῦν ὡς ἀληθῶς τὸν ἦχον ἀφίησι τὸ ζῷον. πηλίκον δέ τι καὶ ἔστιν, ὦ Σώκρατες;
Οὐ μέγα· μεγάλην μέντοι διὰ τὴν φιλανδρίαν εἴληφε παρὰ θεῶν τιμήν· ἐπὶ γὰρ τῇ τούτων νεοττίᾳ καὶ τὰς ἀλκυονίδας προσαγορευομένας ἡμέρας ὁ κόσμος ἄγει κατὰ χειμῶνα μέσον διαφερούσας ταῖς εὐδίαις, ὧν ἐστι
Λέγεις ὀρθῶς· φαίνεται γὰρ ἀλκυονὶς ἡ τήμερον ὑπάρχειν ἡμέρα, καὶ χθὲς δὲ τοιαύτη τις ἦν. ἀλλὰ πρὸς θεῶν, πῶς ποτε χρὴ πεισθῆναι τοῖς ἐξ ἀρχῆς, ὦ Σώκρατες, ὡς ἐξ ὀρνίθων γυναῖκές ποτε ἐγένοντο ἢ ὄρνιθες ἐκ γυναικῶν; παντὸς γὰρ μᾶλλον ἀδύνατον φαίνεται πᾶν τὸ τοιοῦτον.
Ὦ φίλε Χαιρεφῶν, ἐοίκαμεν ἡμεῖς τῶν δυνατῶν τε καὶ ἀδυνάτων ἀμβλυωποί τινες εἶναι κριταὶ παντελῶς· δοκιμάζομεν γὰρ δὴ κατὰ δύναμιν ἀνθρωπί
μετὰ μικρὸν δὲ θαυμαστή τις κατάστασις εὐδίας ἐγένετο καὶ διέμεινεν αὕτη γε ἕως τοῦ νῦν. πότερον οὖν οἴει μεῖζόν τι καὶ ἐργωδέστερον εἶναι τοιαύτην αἰθρίαν ἐξ ἐκείνης τῆς ἀνυποστάτου λαίλαπος καὶ ταραχῆς μεταθεῖναι καὶ εἰς γαλήνην ἀναγαγεῖν τὸν ἅπαντα κόσμον, ἢ γυναικὸς εἶδος μεταπλασθὲν εἰς ὄρνιθός τινος ποιῆσαι; τὸ μὲν γὰρ τοιοῦτον καὶ τὰ
Τίς δ’ ἀνθρώπων, ὦ Σώκρατες, νοῆσαι δύναιτ’ ἂν ἢ ὀνομάσαι τι τῶν τοιούτων; οὐδὲ γὰρ εἰπεῖν ἐφικτόν.
Οὔκουν δὴ θεωροῦμεν καὶ ἀνθρώπων πρὸς ἀλλήλους συμβαλλομένων μεγάλας τινὰς ὑπεροχὰς ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἀδυναμίαις ὑπαρχούσας; ἡ γὰρ τῶν
καὶ τῆς ἰσχύος δὲ τῆς ἑνὸς ἀνδρὸς τελείου τὸ μέγεθος
σοὶ μὲν οὖν καὶ ἐμοὶ καὶ ἄλλοις πολλοῖς τοιούτοις οὖσι πόλλ’ ἄττ’ ἀδύνατα τῶν ἑτέροις πάνυ ῥᾳδίων· ἐπεὶ καὶ αὐλῆσαι τοῖς ἀναύλοις καὶ ἀναγνῶναι ἢ γράψαι τοῖς ἀγραμμάτοις γραμματικὸν τρόπον ἀδυνατώτερόν ἐστι τέως, ἕως
τὰς οὖν ἀθανάτων δυνάμεις μεγάλας οὔσας θνητοὶ καὶ σμικροὶ παντελῶς ὄντες καὶ οὔτε τὰ μεγάλα δυνάμενοι καθορᾶν οὔτ’ αὖ τὰ σμικρά, τὰ πλείω δ’ ἀποροῦντες καὶ τῶν περὶ ἡμᾶς συμβαινόντων παθῶν, οὐκ ἂν ἔχοιμεν εἰπεῖν βεβαίως οὔτ’ ἀλκυόνων πέρι οὔτ’
Πρέπει γοῦν, ὦ Σώκρατες, καὶ τὰ ὑπὸ σοῦ ῥηθέντα διπλασίαν ἔχειν τὴν παράκλησιν πρὸς γυναικῶν τε καὶ ἀνδρῶν ὁμιλίαν.
Οὐκοῦν ἀσπασαμένοις τὴν Ἀλκυόνα προάγειν ἤδη πρὸς ἄστυ καιρὸς ἐκ τοῦ Φαληρικοῦ.
Πάνυ μὲν οὖν· ποιῶμεν οὕτως.
Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
+Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
+The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
+ +This pointer pattern extracts line
+Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
+Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
+The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
+ +This pointer pattern extracts section.
+Τί ποτε σύ, οὗτος, πώγωνα μὲν ἔχεις καὶ κόμην, χιτῶνα δὲ οὐκ ἔχεις καὶ γυμνοδερκῇ καὶ ἀνυποδητεῖς τὸν ἀλήτην καὶ ἀπάνθρωπον βίον καὶ θηριώδη ἐπιλεξάμενος καὶ ἀεὶ τοῖς ἐναντίοις τὸ ἴδιον δέμας οὐχ ὡς οἱ πολλοὶ διαχρησάμενος περινοστεῖς ἄλλοτε ἀλλαχοῦ εὐναζόμενος ἐπὶ ξηροῦ δαπέδου, ὡς ἄσην πάμπολλον τουτὶ τὸ τριβώνιον φέρειν, οὐ μέντοι καὶ τοῦτο λεπτὸν οὐδὲ μαλακὸν οὐδὲ ἀνθηρόν;
Οὐδὲ γὰρ δέομαι· τοιοῦτον δὲ ὁποῖον ἂν πορισθείη ῥᾷστα καὶ τῷ κτησαμένῳ πράγματα ὡς
σὺ δὲ πρὸς θεῶν εἰπέ μοι, τῇ πολυτελείᾳ οὐ νομίζεις κακίαν προσεῖναι;
Καὶ μάλα.
Τῇ δὲ εὐτελείᾳ ἀρετήν;
Καὶ μάλα.
Τί ποτε οὖν ὁρῶν ἐμὲ τῶν πολλῶν εὐτελέστερον διαιτώμενον, τοὺς δὲ πολυτελέστερον, ἐμὲ αἰτιᾷ καὶ οὐκ ἐκείνους;
Ὅτι οὐκ εὐτελέστερον μοι, μὰ Δία, τῶν πολλῶν διαιτᾶσθαι δοκεῖς, ἀλλ’ ἐνδεέστερον, μᾶλλον δὲ τελέως ἐνδεῶς καὶ ἀπόρως· διαφέρεις γὰρ οὐδὲν σὺ τῶν πτωχῶν, οἳ τὴν ἐφήμερον τροφὴν μεταιτοῦσιν.
Βούλει οὖν ἴδωμεν, ἐπεὶ προελήλυθεν ἐνταῦθα ὁ λόγος, τί τὸ ἐνδεὲς καὶ τί τὸ ἱκανόν ἐστιν;
Εἴ σοι δοκεῖ.
Ἆρ’ οὖν ἱκανὸν μὲν ἑκάστῳ ὅπερ ἂν ἐξικνῆ- ται πρὸς τὴν ἐκείνου χρείαν, ἢ ἄλλο τι λέγεις;
Ἔστω τοῦτο.
Ἐνδεὲς δὲ ὅπερ ἂν ἐνδεέστερον ᾖ τῆς χρείας καὶ μὴ ἐξικνῆται πρὸς τὸ δέον;
Ναί.
Οὐδὲν ἄρα τῶν ἐμῶν ἐνδεές ἐστιν· οὐδὲν γὰρ αὐτων ὅ τι οὐ τὴν χρείαν ἐκτελεῖ τὴν ἐμήν.
Πῶς τοῦτο λέγεις;
Ἐὰν σκοπῇς πρὸς ὅ τι γέγονεν ἕκαστον ὧν δεόμεθα, οἷον οἰκία ἆρ’ οὐχὶ σκέπης;
Ναί.
Τί δὲ ἐσθὴς τοῦ χάριν; ἄρα οὐχὶ καὶ αὐτὴ τῆς σκέπης;
Ναί.
Τῆς δὲ σκέπης αὐτῆς πρὸς θεῶν τίνος ἐδεήθημεν ἕνεκα; οὐχ ὥστε ἄμεινον ἔχειν τὸν σκεπόμενον;
Δοκεῖ μοι.
Πότερ’ οὖν τὼ πόδε κάκιον ἔχειν δοκὼ σοι;
Οὐκ οἶδα.
Ἀλλ’ οὕτως ἂν μάθοις· τί ποδῶν ἔστ’ ἔργον;
Πορεύεσθαι.
Κάκιον οὖν πορεύεσθαί σοι δοκοῦσιν οἱ ἐμοὶ πόδες ἢ οἱ τῶν πολλῶν;
Τοῦτο μὲν οὐκ ἴσως.
Οὐ τοίνυν οὐδὲ χεῖρον ἔχουσιν, εἰ μὴ χεῖρον τὸ ἑαυτῶν ἔργον ἀποδιδόασιν.
Ἴσως.
Τοὺς μὲν δὴ πόδας οὐδὲν φαίνομαι χεῖρον διακείμενος τῶν πολλῶν ἔχειν.
Οὐκ ἔοικας.
Τί δέ; τοὐμὸν σῶμα τὸ λοιπὸν ἆρα κάκιον; εἰ γὰρ κάκιον, καὶ ἀσθενέστερον, ἀρετὴ γὰρ σώματος ἰσχύς. ἆρ’ οὖν τὸ ἐμὸν ἀσθενέστερον;
Οὐ φαίνεται.
Οὐ τοίνυν οὔθ’ οἱ πόδες φαίνονταί μοι σκέπης ἐνδεῶς ἔχειν οὔτε τὸ λοιπὸν σῶμα· εἰ γὰρ ἐνδεῶς εἶχον, κακῶς ἂν εἶχον. ἡ γὰρ ἔνδεια πανταχοῦ κακὸν καὶ χεῖρον ἔχειν ποιεῖ ταῦτα οἷς ἂν προσῇ. ἀλλὰ μὴν οὐδὲ τρέφεσθαί γε φαίνεται χεῖρον τὸ σῶμα τοὐμόν, ὅτι ἀπὸ τῶν τυχόντων τρέφεται.
Δῆλον γάρ.
Οὐδὲ εὔρωστον, εἰ κακῶς ἐτρέφετο· λυμαίνονται γὰρ αἱ πονηραὶ τροφαὶ τὰ σώματα.
Ἔστι ταῦτα.
Πῶς οὗν, εἰπέ μοι. τούτων οὕτως ἐχόντων αἰτιᾷ μου καὶ φαυλίζεις τὸν βίον καὶ φὴς ἄθλιον;
Ὅτι, νὴ Δία, τῆς φύσεως, ἣν σὺ τιμᾷς, καὶ τῶν θεῶν γῆν ἐν μέσῳ κατατεθεικότων, ἐκ δὲ αὐτῆς ἀναδεδωκότων πολλὰ κἀγαθά, ὥστε ἔχειν ἡμᾶς πάντα ἄφθονα μὴ πρὸς τὴν χρείαν μόνον, ἀλλὰ καὶ πρὸς ἡδονήν, σὺ πάντων τούτων ἢ τῶν γε πλείστων ἄμοιρος εἶ
Ἀλλ’ ἴσως ὀρθῶς λέγεις. ἐκεῖνο δέ μοι εἰπέ, εἴ τις ἀνδρὸς πλουσίου προθύμως καὶ φιλανθρώπως ἔτι τε φιλοφρόνως ἑστιῶντος καὶ ξενίζοντος πολλοὺς ἅμα καὶ παντοδαπούς, τοὺς μὲν ἀσθενεῖς, τοὺς δὲ ἐρρωμένους, κἄπειτα παραθέντος πολλὰ καὶ παντοδαπά, πάντα ἁρπάξοι καὶ πάντα ἐσθίοι, μὴ τὰ πλησίον μόνον, ἀλλὰ καὶ
Οὐκ ἔμοιγε.
Τί δέ; σώφρων;
Οὐδὲ τοῦτο.
Τί δέ, εἴ τις μετέχων τῆς αὐτῆς ταύτης τραπέζης τῶν μὲν πολλῶν καὶ ποικίλων ἀμελεῖ, ἓν δὲ τῶν ἔγγιστα κειμένων ἐπιλεξάμενος, ἱκανῶς ἔχον πρὸς τὴν ἑαυτοῦ χρείαν, τοῦτο ἐσθίοι κοσμίως καὶ τούτῳ μόνῳ χρῷτο, τοῖς δὲ ἄλλοις οὐδὲ προσβλέποι, τοῦτον οὐχ ἡγῇ σωφρονέστερον καὶ ἀμείνω ἄνδρα ἐκείνου;
Ἔγωγε.
Πότερον οὖν συνίης, ἢ ἐμὲ δεῖ λέγειν;
Τὸ ποῖον;
Ὅτι ὁ μὲν θεὸς τῷ ξενίζοντι χαλῶς ἐκείνῳ ἔοικε παρατιθεὶς πολλὰ καὶ ποικίλα καὶ παντοδαπά, ὅπως ἔχωσιν ἁρμόζοντα, τὰ μὲν ὑγιαίνουσι, τὰ δὲ νοσοῦσι. καὶ τὰ μὲν ἰσχυροῖς, τὰ δὲ ἀσθενοῦσιν, οὐχ ἵνα χρώμεθα ἅπασι πάντες, ἀλλ’ ἵνα τοῖς καθ’ ἑαυτὸν ἕκαστος καὶ τῶν καθ’ ἑαυτὸν ὅτουπερ ἂν τύχῃ μάλιστα δεόμενος.
ὑμεῖς δὲ τῷ δι’ ἀπληστίαν τε καὶ ἀκρασίαν ἁρπάζοντι πάντα τούτῳ μάλιστα ἐοίκατε πᾶσι χρῆσθαι ἀξιοῦντες καὶ τοῖς ἁπανταχοῦ, μὴ τοῖς παρ’ ὑμῖν μόνον, οὐ γῆν οὐ θάλατταν τὴν καθ’ αὑτοὺς αὐταρκεῖν νομίζοντες, ἀλλ’ ἀπὸ περάτων γῆς ἐμπορευόμενοι τὰς ἡδονὰς καὶ τὰ ξενικὰ τῶν ἐπιχωρίων ἀεὶ προτιμῶντες καὶ τὰ πολυτελῆ τῶν εὐτελῶν καὶ τὰ δυσπόριστα τῶν εὐπορίστων, καθόλου
καὶ ταῦτα μέντοι πάντα γίνεται, τῶν τε ποικίλων ἱματίων οὐδέν τι μᾶλλον θάλπειν δυναμένων, τῶν δὲ χρυσορόφων οἰκιῶν οὐδέν τι μᾶλλον σκεπουσῶν, τῶν δὲ ἐκπωμάτων τῶν ἀργυρῶν οὐκ ὠφελούντων τὸν πότον οὐδὲ τῶν χρυσῶν, οὐδ᾽ αὖ τῶν ἐλεφαντίνων κλινῶν τὸν ὕπνον ἡδίω παρεχομένων. ἀλλ᾽ ὄψει πολλάκις ἐπὶ τῆς ἐλεφαντίνης κλίνης καὶ τῶν πολυτελῶν στρωμάτων τοὺς εὐδαίμονας ὕπνου λαχεῖν οὐ δυναμένους. ὅτι μὲν γὰρ αἵ παντοδαπαὶ περὶ τὰ βρώματα πραγματεῖαι τρέφουσι μὲν οὐδὲν μᾶλλον, λυμαίνονται δὲ τὰ σώματα καὶ τοῖς σώμασι νόσους ἐμποιοῦσι, τί δεῖ λέγειν;
τέ δὲ καὶ λέγειν, ὅσα τῶν ἀφροδισίων ἕνεκα [πράγματα] ποιοῦσί τε καὶ πάσχουσιν οἵ ἄνθρωποι; καίτοι ῥᾴδιον θεραπεύειν ταύτην τὴν ἐπιθυμίαν, εἰ μή τις ἐθέλοι τρυφᾶν. καὶ οὐδ’
Καὶ τίς οὗτος;
Ὑμιεῖς, οἱ τοῖς ἀνθρώποις ἅτε ὑποζυγίοις χρῆσθε, κελεύετε δὲ αὐτοὺς ὥσπερ ἁμάξας τὰς κλίνας τοῖς τραχήλοις ἄγειν, αὐτοὶ δ’ ἄνω κατάκεισθε τρυφῶντες καὶ ἐκεῖθεν ὥσπερ ὄνους ἡνιοχεῖτε τοὺς ἀνθρώπους ταύτην, ἀλλὰ μὴ ταύτην τρέπεσθαι κελεύοντες· καὶ οἱ ταῦτα μάλιστα ποιοῦντες μάλιστα μακαρίζεσθε.
οἱ δὲ τοῖς κρέασι μὴ τροφῇ χρώμενοι μόνον, ἀλλὰ καὶ βαφὰς μηχανώμενοι
Μὰ Δία· δύναται γὰρ βάπτειν, οὐκ ἐσθίεσθαι μόνον τὸ τῆς πορφύρας κρέας.
Ἀλλ’ οὐ πρὸς τοῦτο γέγονεν· ἐπεὶ καὶ τῷ κρατῆρι δύναιτ’ ἄν τις βιαζόμενος ὥσπερ χύτρᾳ χρήσασθαι, πλὴν οὐ πρὸς τοῦτο γέγονεν. ἀλλὰ γὰρ πῶς ἅπασαν τὴν τούτων τις κακοδαιμονίαν διελθεῖν δύναιτ’ ἂν; τοσαύτη τίς ἐστι. σὺ δέ μοι. διότι μὴ βούλομαι ταύτης μετέχειν, ἐγκαλεῖς· ζῶ δὲ καθάπερ ὁ κόσμιος ἐκεῖνος, εὐωχούμενος τοῖς κατ’ ἐμαυτὸν καὶ τοῖς εὐτελεστάτοις χρώμενος, τῶν δὲ ποικίλων καὶ παντοδαπῶν οὐκ ἐφιέμενος.
χἄπειτα εἰ θηρίου βίον βραχέων δεόμενος καὶ ὀλίγοις χρώμενος δοκῶ σοι ζῆν, κινδυνεύουσιν οἱ θεοὶ καὶ τῶν θηρίων εἶναι χείρονες κατά γε τὸν σὸν λόγον· οὐδενὸς γὰρ δέονται. ἵνα δὲ καταμάθῃς ἀκριβέστερον τό
ἢ νομίζεις τὸν Ἡρακλέα τὸν πάντων ἀνθρώπων ἄριστον, θεῖον δὲ ἄνδρα καὶ θεὸν ὀρθῶς νομισθέντα, διὰ κακοδαιμονίαν περινοστεῖν γυμνὸν δέρμα μόνον ἔχοντα καὶ μηδενὸς τῶν αὐτῶν ὑμῖν δεόμενον: ἀλλ’ οὐ κακοδαίμων ἦν ἐκεῖνος, ὃς καὶ τῶν ἄλλων ἀπήμυνε τὰ κακά, οὐδ᾽ αὖ πένης, ὃς γῆς καὶ θαλάττης ἦρχεν· ἐφ’ ὅ τι γὰρ ἂν ὁρμήσειεν, ἁπανταχοῦ πάντων ἐκράτει καὶ οὐδενὶ τῶν τότε ἐνέτυχεν ὁμοίῳ οὐδὲ κρείττονι ἑαυτοῦ, μέχριπερ ἐξ ἀνθρώπων ἀπῆλθεν. ἢ σὺ δοκεῖς στρωμάτων καὶ ὑποδημάτων ἀπόρως
ἀλλ’ ὅμως κἀκεῖνος ἤθελεν ἀνυπόδητος εἶναι καὶ γυμνὸς βαδίζειν καὶ πώγωνα καὶ κόμην ἔχειν ἤρεσκεν αὐτῷ, καὶ οὐκ ἐκείνῳ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς παλαιοῖς ἤρεσκεν· ἀμείνους γὰρ ἦσαν ὑμῶν, καὶ οὐκ ἂν ὑπέμειναν
εὔχομαι δέ μοι τοὺς μὲν πόδας ὁπλῶν ἱππείων οὐδὲν διαφέρειν, ὥσπερ φασὶ τοὺς Χείρωνος, αὐτὸς δὲ μὴ δεῖσθαι στρωμάτων ὥσπερ οἱ λέοντες, οὐδὲ τροφῆς δεῖσθαι πολυτελοῦς μᾶλλον ἢ οἱ κύνες· εἴη δέ μοι γῆν μὲν ἅπασαν εὐνὴν αὐτάρκη ἔχειν, οἶκον δὲ τὸν κόσμον νομίζειν, τροφὴν δὲ αἱρεῖσθαι τὴν ῥᾴστην ποοισθῆναι. χρυσοῦ δὲ καὶ ἀργύρου μὴ δεηθείην μήτ’ οὖν ἐγὼ μήτε τῶν ἐμῶν φίλων μηδείς· πάντα γὰρ τὰ κακὰ τοῖς ἀνθρώποις ἐκ τῆς τούτων ἐπιθυμίας φύονται, καὶ στάσεις καὶ πόλεμοι καὶ ἐπιβουλαὶ καὶ σφαγαί. ταυτὶ πάντα πηγὴν ἔχει τὴν ἐπιθυμίαν τοῦ πλείονος: ἀλλ’ ἡμῶν αὕτη ἀπείη, καὶ
τοιαῦτά σοι τά γε ἡμέτερα, πολὺ δήπου διάφῶνα τοῖς τῶν πολλῶν βουλήμασι· καὶ θαυμαστὸν οὐδέν, εἰ τῷ σχήματι διαφέρομεν αὐτῶν, ὁπότε καὶ τῇ προαιρέσει τοσοῦτον διαφέρομεν. θαυμάζω δέ σου πῶς ποτε κιθαρῳδοῦ μέν τινα νομίζεις στολὴν καὶ σχῆμα καὶ αὐλητοῦ νὴ Δία γε σχῆμα καὶ στολὴν τραγῳδοῦ, ἀνδρὸς δὲ ἀγαθοῦ σχῆμα καὶ στολὴν οὐκέτι νομίζεις, ἀλλὰ τὴν αὐτὴν αὐτὸν οἴει δεῖν ἔχειν τοῖς πολλοῖς, καὶ ταῦτα τῶν πολλῶν κακῶν ὄντων. εἰ μὲν δεῖ ἑνὸς ἰδίου σχήματος τοῖς ἀγαθοῖς, τί πρέποι ἂν μᾶλλον ἢ τοῦθ’ ὅπερ ἀναιδέστατον τοῖς ἀκολάστοις ἐστὶ καὶ ὅπερ ἀπεύξαιντ’ ἂν οὗτοι μάλιστα ἔχειν;
οὐκοῦν τό γε ἐμὸν σχῆμα τοιοῦτόν ἐστιν, αὐχμηρὸν εἶναι, λάσιον εἶναι, τρίβωνα ἔχειν, κομᾶν, ἀνυποδητεῖν. τὸ δ’ ὑμέτερον ὅμοιον τῷ τῶν κιναίδων, καὶ διακρίνειν οὐδὲ εἷς ἂν ἔχοι, οὐ τῇ χρόᾳ τῶν ἱματίων, οὐ τῇ μαλακότητι, οὐ τῷ πλήθει τῶν χιτωνίσκων.
κἄπειτα δὲ ἡμᾶς μετατίθεσθαι καὶ ἐπανορθοῦν τὰ ἡμέτερα ἀξιοῦτε, κακῶς βουλευομένων πολλάκις
ὁ δὲ τρίβων οὗτος, οὗ καταγελᾶτε, καὶ ἡ κόμη καὶ τὸ σχῆμα τοὐμὸν τηλικαύτην ἔχει δύναμιν, ὥστε παρέχειν μοι ξῆν ἐφ’ ἡσυχίας καὶ πράττοντι ὅ τι βούλομαι καὶ συνόντι οἷς βούλομαι· τῶν γὰρ ἀμαθῶν ἀνδροώπων καὶ ἀπαιδεύτων οὐδεὶς ἂν ἐθέλοι μοι προσιέναι διὰ τὸ σχῆμα, οἱ δὲ μαλακοὶ καὶ πάνυ πόρρωθεν ἐχτρέπονται· προσίασι δὲ οἱ κομψότατοι καὶ
ἵνα δὲ μάθῃς περὶ τοῦ σχήματος, ὡς οὐκ ἀνδράσι μόνον ἀγαθοῖς, ἀλλὰ καὶ θεοῖς πρέποντος ἔπειτα καταγελᾶς αὐτοῦ. σκέψαι τὰ ἀγάλματα τῶν θεῶν. πότερά σοι δοκοῦσιν ἔχειν ὁμοίως ὑμῖν ἢ ἐμοί; καὶ μὴ μόνον γε τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν βαρβάρων τοὺς ναοὺς ἐπισκόπει περιιών, πότερον [αὐτοὶ] οἱ θεοὶ κομῶσι καὶ γενειῶσιν ὡς ἐγὼ ἢ καθάπερ ὑμεῖς ἐξυρημένοι πλάττονται καὶ γράφονται. καὶ μέντοι καὶ ἀχίτωνας ὄψει τοὺς πολλοὺς ὥσπερ ἐμέ. τί ἂν οὖν ἔτι τολμῴης περὶ τούτου τοῦ σχήματος λέγειν ὡς φαύλου, ὁπότε καὶ θεοῖς φαίνεται πρέπον;
Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
+Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
+The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
+ +This pointer pattern extracts section.
+Τί τοῦτο, ὦ Κριτία; ὅλον σεαυτὸν ἠλλοίωσας καὶ τὰς ὀφρῦς κάτω συννένευκας, μύχιον δὲ βυσσοδομεύεις ἄνω καὶ κάτω περιπολῶν κερδαλεόφρονι ἐοικὼς κατὰ τὸν ποιητήν ὠχρός τέ σευ εἷλε παρειάς.
μή που τρικάρηνον τεθέασαι ἢ Ἑκάτην ἐξ Ἅιδου ἐληλυ θυῖαν,
Ὦ Τριεφῶν, μέγαν τινὰ καὶ ἠπορημένον λό γον ἀκήκοα καὶ πολλαῖς ὁδοῖς διενειλημένον καὶ ἔτι ἀνα πεμπάζω τοὺς ὕθλους καὶ τὰς ἀκοὰς ἀποφράττω, μή που ἔτι ἀκούσαιμι ταῦτα καὶ ἀποψύξω ἐκμανεὶς καὶ μῦθος
Ἡράλλεις, τῶν θαυμασίων ἐκείνων φα σμάτων ἢ ἀκουσμάτων, ἅπερ Κριτίαν ἐξέπληξαν. πόσοι γὰρ ἐμβρόντητοι ποιηταὶ καὶ τερατολογίαι φιλοσόφων οὐκ ἐξέπληξάν σου τὴν διάνοιαν, ἀλλὰ λῆρος πάντα γέγονεν ἐπὶ σοί.
Πέπαυσο ἐς μικρὸν καὶ μηκέτι παρενοχλή σῃς, ὦ Τριεφῶν· οὐ γὰρ παροπτέος ἢ ἀμελητέος γενήσῃ παρ’ ἐμοῦ.
Οἶδ’ ὅτι οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα ἀνακυκλεῖς, ἀλλὰ καὶ λίαν τῶν ἀπορρήτων· ὁ γὰρ χρὼς καὶ τὸ ταυρηδὸν ὑποβλέπειν καὶ τὸ ἄστατον μή τι κακὸν παθέῃς.
Σὺ μέν, ὦ Τριεφῶν, ὅσον πέλεθρον ἀνάδραμε ἀπ’ ἐμοῦ, ἵνα μὴ τὸ πνεῦμα ἐξάρῃ σε καὶ πεδάρσιος τοῖς πολλοῖς ἀναφανῇς καί που καταπεσὼν Τριεφώντειον πέλαγος κατονομάσῃς, ὡς καὶ Ἴκαρος τὸ πρίν· ἃ γὰρ ἀκήκοα τήμερον παρὰ τῶν τρισκαταράτων ἐκείνων σοφιστῶν, μεγάλως ἐξώγκωσέ μου τὴν νηδύν.
Ἐγὼ μὲν ἀναδραμοῦμαι ὁπόσον καὶ βούλει, σὺ δὲ ἄμπνευσον τοῦ δεινοῦ.
Φῦ φῦ φῦ φῦ τῶν ὕθλων ἐκείνων, ἰοὺ ἰοὺ ἰοὺ ἰοὺ τῶν δεινῶν βουλευμάτων, αἲ αἲ αἲ αἲ τῶν κενῶν ἐλπίδων.
Βαβαῖ τοῦ ἀναφυσήματος, ὡς τὰς νεφέλας διέστρεψε· ξεφύρου γὰρ ἐπιπνέοντος λάβρου καὶ τοῖς κύμασιν ἐπωθίζοντος βορέην ἄρτι ἀνὰ τὴν Προποντίδα
Οὐ παράδοξόν τι, ὦ Τριεφῶν, ἀκηκοέναι καὶ ἐξ ὀνύχων· καὶ γὰρ κνήμην γαστέρα τεθέασαι καὶ κεφαλὴν κύουσαν καὶ ἀνδρείαν φύσιν ἐς γυναικείαν ἐνεργοβατοῦσαν καὶ ἐκ γυναικῶν ὄρνεα μεταβαλλόμενα· καὶ ὅλως τερατώδης ὁ βίος, εἰ βούλει πιστεύειν τοῖς ποιηταῖς. ἀλλ’ ἐπεί σε
πρῶτον κιχάνω τῷδ’ ἐνὶ χώρῳ,
Ἴωμεν, ὦ Κριτία· ἀλλὰ δέδια μή που ἐπῳδὴ τὸ ἠκουσμένον ἐστὶ καί μὲ ὕπερον ἢ θύρετρον ἢ ἄλλο τι τῶν ἀψύχων ἀπεργάσεται ἡ θαυμασία σου αὕτη κατάπληξις.
Νὴ τὸν Δία τὸν αἰθέριον οὐ τοῦτο γενήσεται ἐπὶ σοί.
Ἔτι με ἐξεφόβησας τὸν Δία ἐπομοσάμενος. τί γὰρ ἂν δυνήσεται ἀμυνέμεναί σε, εἰ παραβαίης τὸν ὅρκον; οἶδα γὰρ καὶ σὲ μὴ ἀγνοεῖν περὶ τοῦ Διός σου.
Τί λέγεις; οὐ δυνήσεται ὁ Ζεὺς ἐς Τάρταρον ἀποπέμψαι; ἢ ἀγνοεῖς ὡς τοὺς θεοὺς πάντας ἀπέρριψεν ἀπὸ τοῦ θεσπεσίου βηλοῦ καὶ τὸν Σαλμωνέα ἀντιβροντῶντα πρῴην κατεκεραύνωσε καὶ τοὺς ἀσελγεστάτους ἔτι καὶ νῦν, παρὰ δὲ τῶν ποιητῶν Τιτανοκράτωρ καὶ Γιγαντολέτης ἀνυμνεῖται ὡς καὶ παρ’ Ὁμήρῳ;
Σὺ μέν, ὦ Κριτία, πάντα παρέδραμες τὰ τοῦ Διός, ἀλλ’, εἴ σοι φίλον, ἄκουε. οὐχὶ κύκνος οὗτος ἐγένετο καὶ σάτυρος δι’ ἀσέλγειαν, ἀλλὰ καὶ ταῦρος; καὶ εἰ μὴ τὸ πορνίδιον ἐκεῖνο ταχέως ἐπωμίσατο καὶ διέφυγε διὰ τοῦ πελάγους, τάχ’ ἂν ἠροτρία ἐντυχὼν γεηπόνῳ ὁ βροντοποιὸς καὶ κεραυνοβόλος σου Ζεὺς καὶ ἀντὶ τοῦ κεραυνοβολεῖν τῇ βουπλῆγι κατεκεντάννυτο. τὸ δὲ καὶ Αἰθίοψι συνευωχεῖσθαι ἀνδράσι μελαντέροις καὶ τὴν ὄψιν ἐζοφωμένοις καὶ ἐς δώδεχ’ ἡλίους μὴ ἀφίστασθαι, ἀλλ’ ὑποβεβρεγμένος καθεδεῖσθαι παρ’ αὐτοῖς πώγωνα
Μῶν τὸν Ἀπόλλωνά γ’ ἐπομοσόμεθα, ὃς προφήτης ἄριστος καὶ ἰητρός, ὦγαθέ;
Τὸν ψευδόμαντιν λέγεις, τὸν Κροῖσον πρῴην διολωλεκότα καὶ μετ’ αὐτὸν Σαλαμινίους καὶ ἑτέρους μυρίους, ἀμφίλοξα πᾶσι μαντευόμενον;
Τὸν Ποσειδῶνα δὲ τί; ὃς τρίαιναν ἐν ταῖν χεροῖν κρατῶν καὶ διάτορόν τι καὶ καταπληκτικὸν βοᾷ ἐν τῷ πολέμῳ ὅσον ἐννεάχιλοι ἄνδρες ἢ δεκάχιλοι, ἀλλὰ
Τὸν μοιχὸν λέγεις, ὃς τὴν τοῦ Σαλμωνέως παῖδα τὴν Τυρὼ πρῴην διέφθειρε καὶ ἔτι ἐπιμοιχεύει καὶ ῥύστης καὶ δημαγωγὸς τῶν τοιούτων ἐστί; τὸν γὰρ Ἄρην ὑπὸ τοῦ δεσμοῦ πιεζόμενον καὶ δεσμοῖς ἀλύτοις μετὰ τῆς Ἀφροδίτης στενούμενον, πάντων τῶν θεῶν διὰ τὴν μοιχείαν ὑπ’ αἰσχύνης σιωπώντων, ὁ ἵππειος Ποσειδῶν ἔκλαυσε δακρυρροῶν ὥσπερ τὰ βρεφύλλια τοὺς διδασκάλους δεδιότα ἢ ὥσπερ αἱ γρᾶες κόρας ἐξαπατῶσαι· ἐπέκειτο δὲ τῷ Ἡφαίστῳ λῦσαι τὸν Ἄρεα. τὸ δὲ ἀμφίχωλον τοῦτο δαιμόνιον, οἰκτεῖραν τὸν πρεσβύτην θεόν, τὸν Ἄρη ἀπηλευθέρωσεν. ὥστε καὶ μοιχός ἐστιν ὡς μοιχοὺς διασώζων.
Ἑρμείαν δὲ τί;
Μή μοι τὸν κακόδουλον τοῦ ἀσελγεστάτου Διὸς καὶ τὸν ἀσελγομανοῦντα ἐπὶ τοῖς μοιχικοῖς.
Ἄρεα δὲ καὶ Ἀφροδίτην οἶδα μὴ παραδέχεσθαί σε διὰ τὸ προδιαβληθῆναι πρῴην παρὰ σοῦ. ὥστε ἐάσωμεν τούτους. τῆς Ἀθηνᾶς ἔτι ἐπιμνησθήσομαι, τῆς
Ἐρῶ σοι καὶ περὶ ταύτης, ἤν μοι ἀποκρίνῃ.
Λέγε ὅ τι γε βούλει.
Εἰπέ μοι, ὦ Κριτία. τί τὸ χρήσιμον τῆς Γοργόνος καὶ τί τῷ στήθει τοῦτο ἡ θεὰ ἐπιφέρεται;
Ὡς φοβερόν τι θέαμα καὶ ἀποτρεπτικὸν τῶν δεινῶν. ἀλλὰ καὶ καταπλήσσει τοὺς πολεμίους καὶ ἑτεραλκέα τὴν νίκην ποιεῖ, ὅπου γε βούλεται.
Μῶν καὶ διὰ τοῦτο ἡ Γλαυκῶπις ἀκαταμάχητος´
Καὶ μάλα.
Καὶ διὰ τί οὐ τοῖς σώζειν δυναμένοις, ἀλλὰ τοῖς σωζομένοις μηρία καίομεν ταύρων ἠδ’ αἰγῶν, ὡς ἡμᾶς ἀκαταμαχήτους ἐργάσωνται ὥσπερ τὴν Ἀθηνᾶν;
Ἀλλ’ οὔ οἱ δύναμίς γε πόρρωθεν ἐπιβοηθεῖν ὥσπερ τοῖς θεοῖς, ἀλλ’ εἴ τις αὐτὴν ἐπιφέρεται.
Καὶ τί τόδ’ ἔστιν; ἐθέλω γὰρ παρὰ σοῦ εἰδέναι ὡς ἐξευρημένου τὰ τοιαῦτα καὶ ἐς μάλιστα κατωρθωκότος. ἀγνοῶ γὰρ πάντα τὰ κατ’ αὐτὴν πλήν γε τοῦ ὀνόματος.
Αὕτη κόρη ἐγένετο εὐπρεπὴς καὶ ἐπέραστος· Περσέως δὲ ταύτην δόλῳ ἀποδειροτομήσαντος, ἀνδρὸς γενναίου καὶ ἐς μαγικὴν εὐφημουμένου, ἐπαοιδίαις ταύτην περιῳδήσαντος, ἄλκαρ οἱ θεοὶ ταύτην ἐσχήκασι.
Τουτί μ’ ἐλάνθανέ ποτε τὸ καλόν, ὡς ἀνθρώπων θεοὶ ἐνδεεῖς εἰσι. ζώσης δὲ τί τὸ χρήσιμον; προσηταιρίζετο ἐς πανδοχεῖον ἢ κρυφίως συνεφθείρετο καὶ κόρην αὑτὴν ἐπωνόμαζε;
Νὴ τὸν Ἄγνωστον ἐν Ἀθήναις παρθένος διέμεινε μέχρι τῆς ἀποτομῆς.
Καὶ εἴ τις παρθένον καρατομήσειε, ταὐτὸ γένοιτο φόβητρον τοῖς πολλοῖς; οἶδα γὰρ μυρίας διαμελεϊστὶ νήσῳ ἐν ἀμφιρύτῃ, Κρήτην δέ τέ μιν καλέουσι
. καὶ εἰ τοῦτο ἐγίνωσκον, ὦ καλὲ Κριτία, πόσας Γοργόνας σοι ἂν ἤγαγον ἐκ Κρήτης; καί σε στρατηγέ
ἀλλ’ ἔτι ἀνεμνήσθην τὰ τῶν Κρητῶν, οἳ τάφον ἐπεδείκνυντό μοι τοῦ Διός σου καὶ τὰ τὴν μητέρα θρέψαντα λόχμια, ὡς ἀειθαλεῖς αἱ λόχμαι αὗται διαμένουσι.
Ἀλλ’ οὐκ ἐγίνωσκες τὴν ἐπῳδὴν καὶ τὰ ὄργια.
Εἰ ταῦτα, ὦ Κριτία, ἐξ ἐπῳδῆς ἐγίνετο, τάχ’ ἂν καὶ ἐκ νεκάδῶν ἐξήνεγκεν ἂν καὶ ἐς τὸ γλυκύτατον φάος ἀνήγαγεν. ἀλλὰ λῆρος παίγνιά τε καὶ μῦθοι παρὰ τῶν ποιητῶν τερατολογούμενα. ὥστε ἔασον καὶ ταύτην.
Ἥραν δὲ τὴν Διὸς γαμετὴν καὶ κασίγνητον οὐ παραδέχῃ;
Σίγα τῆς ἀσελγεστάτης ἕνεκα μίξεως καὶ τὴν ἐκ ποδοῖν καὶ χεροῖν ἐκτεταμένην παράδραμε.
Καὶ τίνα ἐπομόσωμαί γε;
Ὑψιμέδοντα θεόν, μέγαν, ἄμβροτον, οὐρανίωνα, ταῦτα νόμιξε Ζῆνα, τόνδ’ ἡγοῦ θεόν.
Ἀριθμέειν με διδάσκεις, καὶ ὅρκος ἡ ἀριθμητική· καὶ γὰρ ἀριθμέεις ὡς Νικόμαχος ὁ Γερασηνός. οὐχ οἶδα γὰρ τί λέγεις, ἓν τρία, τρία ἕν. μὴ τὴν τετρακτὺν φὴς τὴν Πυθαγόρου ἢ τὴν ὀγδοάδα καὶ τριακάδα;
Σίγα τὰ νέρθε καὶ τὰ σιγῆς ἄξια. οὐκ ἔσθ’ ὧδε μετρεῖν τὰ ψυλλῶν ἴχνη. ἐγὼ γάρ σε διδάξω τί τὸ πᾶν καὶ τίς ὁ πρῴην πάντων καὶ τί τὸ σύστημα τοῦ παντός· καὶ γὰρ πρῴην κἀγὼ ταῦτα ἔπασχον ἅπερ σύ, ἡνίκα δέ μοι Γαλιλαῖος ἐνέτυχεν, ἀναφαλαντίας, ἐπίρρινος, ἐς τρίτον οὐρανὸν ἀεροβατήσας καὶ τὰ κάλλιστα
Λέγε, ὦ πολυμαθέστατε Τριεφῶν· διὰ φόβου γὰρ ἔρχομαι.
Ἀνέγνωκάς ποτε τὰ τοῦ Ἀριστοφάνους τοῦ δραματοποιοῦ Ὄρνιθας ποιημάτια;
Καὶ μάλα.
Ἐγκεχάρακται παρ’ αὐτοῦ τοιόνδε· Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς·
Εὖ λέγεις. εἶτα τί ἦν;
Ἦν φῶς ἄφθιτον ἀόρατον ἀκατανόητον, ὃ λύει τὸ σκότος καὶ τὴν ἀκοσμίαν ταύτην ἀπήλασε, λόγῳ μόνῳ ῥηθέντι ὑπ’ αὐτοῦ, ὡς ὁ βραδύγλωσσος ἀπεγράψατο, γῆν ἔπηξεν ἐφ ὕδασιν, οὐρανὸν ἐτάνυσεν, ἀστέρας ἐμόρφωσεν ἀπλανεῖς, δρόμον διετάξατο, οὓς σὺ σέβῃ
Τὰ δὲ τῶν Μοιρῶν ἐπινενησμένα ἐς ἅπαντας ἐγχαράττουσί γε καὶ ταῦτα;
Τὰ ποῖα;
Τὰ τῆς εἱμαρμένης.
Λέγε, ὦ καλὲ Κριτία, περὶ τῶν Μοιρῶν, ἐγὼ δὲ μαθητιῶν ἀκούσαιμι παρὰ σοῦ.
Οὐχ Ὅμηρος ὁ ἀοίδιμος ποιητὴς εἴρηκε, μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν·
ἐπὶ δὲ τοῦ μεγάλου Ἡρακλέους,
ἀλλὰ καὶ ὅλον τὸν βίον καθειμάρθαι καὶ τὰς ἐν τούτῳ μεταβολας·
καὶ τὰς ἐν ξένῃ ἐποχὰς ἀπ’ ἐκείνης γίνεσθαι· ἠδ’ ὡς Αἴολον ἱκόμεθ’, ὅς με πρόφρων ὑπέδεκτο,
ὥστε πάντα ὑπὸ τῶν Μοιρῶν γίνεσθαι ὁ ποιητὴς μεμαρτύρηκε. τὸν δὲ Δία μὴ θελῆσαι τὸν υἱὸν θανάτοιο δυσηχέος ἐξαναλῦσαι,
ἀλλὰ μᾶλλον αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
ὥστε, ὦ Τριεφῶν, διὰ τοῦτο μηδὲν προσθεῖναι περὶ τῶν Μοιρῶν ἐθελήσῃς, εἰ καὶ τάχα πεδάρσιος ἐγεγόνεις μετὰ τοῦ διδασκάλου καὶ τὰ ἀπόρρητα ἐμυήθης.
Καὶ πῶς ὁ αὐτὸς ποιητής, ὦ καλὲ Κριτία, διττὴν ἐπιλέγει τὴν εἱμαρμένην καὶ ἀμφίβολον, ὡς τόδε μέν τι πράξαντι, τοιῷδε τέλει συγκῦρσαι, τοῖον δὲ ποιήσαντι, ἑτέρῳ τέλει ἐντυχεῖν; ὡς ἐπ’ Ἀχιλλέως, διχθαδίας Κῆρας φερέμεν θανάτοιο τέλοσδε·
ὅς ρ’ εὖ εἰδὼς κῆρ’ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε·
οὐχὶ παρ’ Ὁμήρῳ ταῦτα γέγραπται; ἢ ἀμφίβολος αὕτη καὶ ἀμφίκρημνος ἀπάτη; εἰ δὲ βούλει, καὶ τοῦ Διὸς ἐπιθήσω σοι τὸν λόγον. οὐχὶ τῷ Αἰγίσθῳ εἴρηκεν ὡς ἀποσχομένῳ οὐδέ κέ σ’ ὦκα τέλος θανάτοιο κιχείη.
οὐχ ὁρᾶς ὡς ἀδιόρθωτα τὰ τῶν ποιητῶν καὶ ἀμφίλοξα καὶ μηδέπω ἡδραιωμένα; ὥστε ἔασον ἅπαντα, ὡς καὶ σὲ ἐν ταῖς ἐπουρανίοις βίβλοις τῶν ἀγαθῶν ἀπογράψωνται.
Εὖ πάντα ἀνακυκλεῖς, ὦ Τριεφῶν· ἀλλά μοι τόδε εἰπέ, εἰ καὶ τὰ τῶν Σκυθῶν ἐν τῷ οὐρανῷ
Πάντα, εἰ τύχῃ γε χρηστὸς καὶ ἐν ἔθνεσι.
Πολλούς γε γραφέας φὴς ἐν τῷ οὐρανῷ, ὡς ἅπαντα ἀπογράφεσθαι.
Εὐστόμει καὶ μηδὲν εἴπῃς φλαῦρον θεοῦ δεξιοῦ, ἀλλὰ κατηχούμενος πείθου παρ’ ἐμοῦ, εἴπερ ξῆν χρήζεις εἰς τὸν αἰῶνα. εἰ οὐρανὸν ὡς δέρριν ἐξήπλωσε, γῆν δὲ ἐφ’ ὕδατος ἔπηξεν, ἀστέρας ἐμόρφωσεν, ἄνθρωπον ἐκ μὴ ὄντος παρήγαγε, τί παράδοξον καὶ τὰς πράξεις πάντων ἐναπογράφεσθαι; καὶ γὰρ σοὶ οἰκίδιον κατασκευάσαντι, οἰκέτιδας δὲ καὶ οἰκέτας ἐν αὐτῷ συναγαγοντι, οὐδέποτέ σε διέλαθε τούτων πρᾶξις ἀπόβλητος· πόσῳ μᾶλλον τὸν πάντα πεποιηκότα θεὸν οὐχ ἅπαντα ἐν
Πάνυ εὖ λέγεις, καί με ἀντιστρόφως τῆς Νιόβης παθεῖν· ἐκ στήλης γὰρ ἄνθρωπος ἀναπέφηνα. ὥστε τοῦτον τὸν θεὸν προστιθῶ σοι, μὴ κακόν τι παθεῖν παρ’ ἐμοῦ.
Εἴπερ ἐκ καρδίας μ᾽ ὄντως φιλεῖς. μὴ ἑτεροῖόν τι ποιήσῃς ἐν ἐμοὶ καὶ ἕτερον μὲν κεύσῃς ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃς.
ἀλλ’ ἄγε δὴ τὸ θαυμάσιον ἐκεῖνο ἀκουσμάτιον ἄεισον, ὅπως κἀγὼ κατωχριάσω καὶ ὅλως ἀλλοιωθῶ, καὶ οὐχ ὡς ἡ Νιόβη ἀπαυδήσω, ἀλλ’ ὡς ἀηδὼν
Νὴν τὸν υἱὸν τὸν ἐκ πατρὸς οὐ τοῦτο γενήσεται.
Λέγε παρὰ τοῦ πνεύματος δύναμιν τοῦ λόγου λαβών, ἐγὼ δὲ καθεδοῦμαι δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων.
Ἀπῄειν ἐπὶ τὴν λεωφόρον ὠνησόμενός γε τὰ χρειωδέστατα, καὶ δὴ ὁρῶ πλῆθος πάμπολυ ἐς τὸ οὖς ψιθυρίζοντας, ἐπὶ δὲ τῇ ἀκοῇ ἐφῦντο τοῖς χείλεσιν· ἐγὼ δὲ παπτήνας ἐς ἅπαντας καὶ τὴν χεῖρα τοῖς βλεφάροις περικάμψας ἐσκοπίαζον ὀξυδερκέστατα, εἴ πού γέ τινα τῶν φίλων θεάσωμαι. ὁρῶ δὲ Κράτωνα τὸν πολιτικόν,
Αἰσθάνομαι· τοῦτον τὸν ἐξισωτὴν γὰρ εἴρηκας. εἶτα τί;
Καὶ δὴ πολλοὺς παραγκωνισάμενος ἧκον ἐς τα πρόσω καὶ τὸ ἑωθινὸν χαῖρε εἰπὼν ἐχώρουν ὡς αὐτόν.
ἀνθρωπίσκος δέ τις τοὔνομα Χαρίκενος, σεσημμένον
ἕτερος δὲ τοὔνομα Χλευόχαρμος τριβώνιον ἔχων πολύσαθρον ἀνυπόδετός τε καὶ ἄσκεπος μετέειπε τοῖς ὀδοῦσιν ἐπικροτῶν, ὡς ἐπεδείξατό μοί τις κακοείμων, ἐξ ὀρέων παραγενόμενος, κεκαρμένος τὴν κόμην, ἐν τῷ θεάτρῳ ἀναγεγραμμένον ὄνομα
οἱ δὲ ἀνεκάγχασαν ἅπαντες ὡς ἀποπνιγέντες ὑπὸ τοῦ γέλωτος καὶ τῆς ἀμαθίας μου κατεγίνσκον. ἦν δ’ ἐγὼ πρὸς Κράτωνα, Μῶν κακῶς πάντα ἐξερρίνισα, ἵν’ εἴπω τι κωμικευσάμενος, καὶ οὐ κατὰ Ἀρίστανδρον τὸν Τελμισέα καὶ Ἀρτεμίδωρον τὸν ᾿Εφέσιον ἐξίχνευσα τοῖς ὀνείρασιν; ἦ δ’ ὅς, Σίγα, ὦ Κριτία· εἰ ἐχεμυθεῖς, μυσταγωγήσω σε τὰ κάλλιστα καὶ τὰ νῦν γενησόμενα· οὐ γὰρ ὄνειροι τάδ’ εἰσίν, ἀλλ’ ἀληθῆ, ἐκβήσονται δὲ εἰς μῆνα Μεσορί. ταῦτα ἀκηκοὼς παρὰ τοῦ Κράτωνος καὶ τὸ ὀλισθηρὸν τῆς διανοίας αὐτῶν κατεγνωκὼς ἠρυθρίασα καὶ
εἰς λόγους δὲ ταῦτα παρεκτείναντες πείθει με τὸν κακοδαίμονα εἰς γόητας ἀνθρώπους παραγενέσθαι καὶ ἀποφράδι τὸ δὴ λεγόμενον ἡμέρᾳ συγκυρῆσαι· ἔφασκε γὰρ πάντα ἐξ αὐτῶν μυσταγωγηθῆναι. καὶ δὴ διήλθομεν σιδηρέας τε πύλας καὶ χαλκέους οὐδούς. ἀναβάθρας δὲ πλείστας περικυκλωσάμενοι ἐς χρυσόροφον οἶκον ἀνήλθομεν, οἷον Ὅμηρος τὸν Μενελάου τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆες;
χρηστὸς γὰρ ἂν εἴης ἀπό γε τοῦ σχήματος. ἦν δ’ ἐγώ, Ὀλίγοι γε χρηστοί, ὥσπερ βλέπω πανταχοῦ· Κριτίας δὲ τοὔνομα, πόλις δέ μοι ἔνθεν ὅθεν καὶ ὑμῖν.
ὡς δ’ ἀεροβατοῦντες ἐπυνθάνοντο, Πῶς τὰ τῆς πόλεως καὶ τὰ τοῦ κόσμου; ἦν δ’ ἐγώ, Χαίρουσί γε πάντες καὶ ἔτι γε χαρήσονται. οἱ δὲ ἀνένευον ταῖς ὀφρύσιν, Οὐχ οὕτω· δυστοκεῖ γὰρ ἡ πόλις. ἦν δ’ ἐγὼ κατὰ τὴν αὐτῶν γνώμην· Ὑμεῖς πεδάρσιοι ὄντες καὶ ὡς ἀπὸ ὑψηλοῦ ἅπαντα καθορῶντες
οἱ δὲ ὡς ἅπαντα κατωρθωκότες κατεφλυάρουν τὰ αὑτῶν ἐράσμια, ὡς μεταλλαγῶσι τὰ πράγματα, ἀταξίαι δὲ καὶ ταραχαὶ τὴν πόλιν καταλήψονται, τὰ στρατόπεδα ἥττονα τῶν ἐναντίων γενήσονται. τοῦτο ἐχταραχθεὶς καὶ ὥσπερ πρῖνος καόμενος οἰδηθεὶς διάτορον ἀνεβόησα, Ὦ, δαιμόνιοι ἀνδρῶν, μὴ μεγάλα λίαν λέγετε θήγοντες ὀδόντας κατ’ ἀνδρῶν θυμολεόντων πνειόντων δόρυ καὶ λόγχας καὶ λευκολόφους τριφαλείας.
Τί δὲ πρὸς ταῦτα ἔφησαν, ὦ καλὲ Κριτία, οἱ κεκαρμένοι τὴν γνώμην καὶ τὴν διάνοιαν;
Ἅπαντα ταῦτα παρέδραμον εἰς ἐπίνοιαν τετεχνασμένην καταπεφευγότες· ἔλεγον γάρ, Ἡλίους δέκα ἄσιτοι διαμενοῦμεν καὶ ἐπὶ παννύχους ὑμνῳδίας ἐπαγρυ πνοῦντες ὀνειρώττομεν τὰ τοιαῦτα.
Σὺ δὲ τί πρὸς αὐτοὺς εἴρηκας; μέγα γὰρ ἔφησαν καὶ διηπορημένον.
Θάρσει, οὐκ ἀγεννές· ἀντεῖπον γὰρ τὰ κάλλιστα.
οὗτοι δὲ ἅπαντες ἕνα θυμὸν ἔχοντες ἐμοὶ πολλὰ κατεμέμφοντο. καὶ εἰ βούλει, καὶ τάδε προστιθῶ σοι, ἅτινά με καὶ ὡς στήλην ἄναυδον ἔθηκαν, μέχρις ἂν ἡ χρηστή σου λαλιὰ λιθούμενον ἀνέλυσε καὶ ἄνθρωπον ἀπεκατέστησε.
Σίγα, ὦ Κριτία, καὶ μὴ ὑπερεκτείνῃς τοὺς ὕθλους· ὁρᾶς γὰρ ὡς ἐξώγκωταί μου ἡ νηδὺς καὶ ὥσπερ κυοφορῶ· ἐδήχθην γὰρ τοῖς παρὰ σοῦ λόγοις ὡς ὑπὸ κυνὸς λυττῶντος. καὶ εἰ μὴ φάρμακον ληθεδανὸν ἐμπιὼν ἠρεμήσω, αὕτη ἡ μνήμη οἰκουροῦσα ἐν ἐμοὶ μέγα κακὸν ἐργάσεται. ὥστε ἔασον τούτους τὴν εὐχὴν ἀπὸ πατρὸς ἀρξάμενος καὶ τὴν πολυώνυμον ᾠδὴν ἐς τέλος ἐπιθείς.
ἀλλὰ τί τοῦτο; οὐχὶ Κλεόλαος οὗτός ἐστιν, ὁ τοῖς ποσὶ μακρὰ βιβάς, σπουδῇ δὲ ἥκει καὶ κατέρχεται; μῶν ἐπιφωνήσομεν αὐτῷ;
Καὶ μάλα.
Κλεόλαε, μή τι παραδράμῃς γε ποσὶ μηδὲ παρέλθῃς, ἀλλ’ ἐλθὲ χαίρων, εἴ γέ που μῦθον φέρεις.
Χαίρετ’ ἄμφω, ὦ καλὴ ξυνωρίς.
Τίς ἡ σπουδή; ἀσθμαίνεις γὰρ ἐπὶ πολύ. μῶν τι καινὸν πέπρακται;
Πέπτωκεν ὀφρὺς ἡ πάλαι βοωμένη Περσῶν, καὶ Σοῦσα κλεινὸν ἄστυ.
Τοῦτ’ ἐκεῖνο, ὡς ἀεὶ τὸ θεῖον οὐκ ἀμελεῖ τῶν ἀγαθῶν, ἀλλ’ αὔξει ἄγον ἐπὶ τὰ κρείττονα. ἡμεῖς δέ, ὦ Τριεφῶν, τὰ κάλλιστα εὑρηκότες ἐσμέν. ἐδυσχέραινον γὰρ ἐν τῇ ἀποβιώσει τί τοῖς τέκνοις καταλιπεῖν ἐπὶ ταῖς διαθήκαις· οἶδας γὰρ τὴν ἐμὴν πενίαν ὡς ἐγὼ τὰ σά. τοῦτο ἀρκεῖ τοῖς παισίν, αἱ ἡμέραι τοῦ αὐτοκράτορος· πλοῦτος γὰρ ἡμᾶς οὐκ ἐκλείψει καὶ ἔθνος ἡμᾶς οὐ καταπτοήσει.
Κἀγώ, ὦ Κριτία, ταῦτα καταλείπω τοῖς τέκνοις, ὡς ἴδωσι Βαβυλῶνα ὀλλυμένην, Αἶγυπτον δουλουμένην, τὰ τῶν Περσῶν τέκνα δούλειον ἦμαρ ἄγοντα, τὰς ἐκδρομὰς τῶν Σκυθῶν παυομένας, εἴθ’ οὖν καὶ ἀνακοπτομένας. ἡμεῖς δὲ τὸν ἐν Ἀθήναις Ἄγνωστον ἐφευρόντες καὶ προσκυνήσαντες χεῖρας εἰς οὐρανὸν ἐκτείναντες
Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
+Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
+The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
+ +This pointer pattern extracts section.
+Περιπάτους ἔτυχον χθές, ὦ Χαρίδημε, ποιούμενος ἐν τῷ προαστείῳ ἅμα μὲν καὶ τῆς παρὰ τῶν ἀγρῶν χάριν ῥᾳστώνης, ἅμα δὲ — ἔτυχον γάρ τι μελετῶν — καὶ δεόμενος ἡσυχίας. ἐντυγχάνω δὴ Προξένῳ τῷ Ἐπικράτους· προσειπὼν δὲ ὥσπερ εἰώθειν, ἠρώ τῶν ὅθεν τε πορεύοιτο καὶ ὅποι βαδίξοι. ὁ δὲ ἥκειν μὲν ἔφη καὶ αὐτὸς ἐκεῖ παραμυθίας χάριν, ἥπερ εἰώθει πρὸς τὴν ὄψιν γίνεσθαι τῶν ἀγρῶν, ἀπολαύσων δὲ καὶ τῆς τούτους ἐπιπνεούσης εὐκράτου καὶ κούφης αὔρας, ἀπὸ συμποσίου μέντοι καλλίστου γεγονότος ἔν Πειραιεῖ ἐν Ἀνδροκλέους τοῦ Ἐπιχάρους τὰ ἐπινίκια τεθυκότος Ἑρ μῇ, ὅτι δὴ βιβλίον ἀναγνοὺς ἐνίκησεν ἐν ΖΔιασίοις.
ἔφασκε δὴ ἄλλα τε πολλὰ γεγενῆσθαι ἀστεῖα καὶ χαρίεντα, καὶ δὴ καὶ κάλλους ἐγκώμια εἰρῆσθαι τοῖς ἀνδράσιν, ἃ ἐκεῖνον μὲν μὴ δύνασθαι εἰπεῖν ὑπό τε γήρως ἐπιλελησμένον ἄλλως τε δὲ καὶ οὐκ ἐπὶ πολὺ λόγων μετεσχηκότα, σὲ δ᾽ ἂν ῥᾳδίως εἰπεῖν ἅτε καὶ αὐτὸν ἐγκεκωμιακότα καὶ τοῖς ἄλλοις παρ᾽ ὅλον τὸ συμπόσιον προσεσχηκότα τὸν νοῦν.
Γέγονε ταῦτα, ὦ Ἔρμιππε. οὐ μέντοι γε οὐδ᾽ ἐμοὶ ῥᾴδιον ἐπ᾿ ἀκριβείας ἅπαντα διεξιέναι· οὐ γὰρ οἷόν τε ἦν πάντων ἀκούειν θορύβου πολλοῦ γινομένου τῶν τὲ διακονουμένων τῶν τε ἑστιωμένων, ἄλλως τε καὶ τῶν δυσχερεστέρων ὂν μεμνῆσθαι λόγους ἐν συμποσίῳ γενομένους· οἶσθα γὰρ ὡς ἐπιλήσμονας ποιεῖ καὶ τοὺς λίαν μνημονικωτάτους. πλὴν ἀλλὰ σὴν χάριν ὡς ἂν οἷός τε ὦ τὴν διήγησιν πειράσομαι ποιεῖσθαι, μηδὲν παραλείπων ὧν ἂν ἐνθυμηθῶ.
Τούτων μὲν δὴ ἕνεκα οἶδά σοι χάριν. ἀλλ᾽ εἴ μοι τον πάντα λόγον ἐξ ἀρχῆς ἀποδοίης, ὅ τι τε ἦν ὅπερ ἀνέγνω βιβλίον Ἀνδροκλῆς τίνα τε νενίκηκε καὶ τίνας ὑμᾶς εἰς τὸ συμπόσιον κέκληκεν, οὕτως ἂν ἱκανὴν καταθεῖο τὴν χάριν.
Τὸ μὲν δὴ βιβλίον ἦν ἐγκώμιον Ἡρακλέους ἔκ τινος ὀνείρατος, ὡς ἔλεγε, πεποιημένον αὐτῷ· νενίκηκε δὲ Διότιμον τὸν Μεγαρόθεν ἀνταγωνισάμενον αὐτῷ περὶ τῶν ἀσταχύων, μᾶλλον δὲ περὶ τῆς δόξης.
Τί δ᾽ ἦν ὃ ἐκεῖνος ἀνέγνω βιβλίον;
Ἐγκώμιον τοῖν Διοσκούροιν. ἔφασκε δὲ καὶ
παρῆσαν μέντοι τῷ συμποσίῳ καὶ ἄλλοι πολλοὶ οἱ μὲν συγγενεῖς αὐτῷ, οἱ δὲ καὶ
Μηδαμῶς, ὦ ἑταῖρε, μὴ πρὶν τῶν ἐγκωμίων ἄρξῃ, πρὶν ἄν μοι καὶ τὴν αἰτίαν ἀποδῷς, ὑφ’ ἧς εἰς τούτους προήχθητε τοὺς λόγους.
Εἰκῆ διατρίβεις ἡμᾶς, ὦγαθέ, πάλαι δυναμένους τὸν ἅπαντα λόγον διελθόντας ἀπαλλαγῆναι. πλὴν ἀλλὰ τί τις ἂν χρήσαιτο, ὁπότε φίλος τις ὢν βιάζοιτο; ἀνάγκη γὰρ ὑφίστασθαι πᾶν ὁτιοῦν.
ἣν δὲ ξητεῖς αἰτίαν τῶν λόγων, αὐτὸς ἦν Κλεώνυμος ὁ καλός· καθημένου γὰρ αὐτοῦ μεταξὺ ἐμοῦ τε καὶ Ἀνδροκλέους τοῦ θείου. πολὺς ἐγίνετο λόγος τοῖς ἰδιώταις περὶ αὐτοῦ ἀποβλέπουσί τε εἰς αὐτὸν καὶ ὑπερεκπεπληγμένοις τὸ κάλλος. σχεδὸν οὖν πάντων ὀλιγωρήσαντες κάθηντο διεξιόντες ἐγκώμια τοῦ μειρακίου. ἀγασθέντες δὲ ἡμεῖς τῶν ἀνδρῶν τὴν φιλοκαλίαν καὶ ἅμα ἐπαινέσαντες αὐτοὺς ἀργίας τε πολλῆς εἶναι ὑπολαβόντες λόγοις ἀπολείπεσθαι τῶν ἰδιωτῶν περὶ τῶν καλλίστων, ᾧ μόνῳ τούτων οἰόμεθα προέχειν, καὶ δὴ ἡπτόμεθα τῶν περὶ κάλλους λόγων.
καὶ δὴ ἀρξάμενος ὁ Φίλων πρῶτος οὑτωσὶ τὸν λόγον ἐποιεῖτο· Ὡς ἔστι δεινόν, εἰ πάνθ’ ὅσα πράττομεν
ἀλλὰ μὴν ὅστις ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, οὐκ ἔστιν εὑρεῖν, πλὴν ὅσοι μετεσχήκασι κάλλους· Πέλοψ τε γὰρ τούτου χάριν τοῖς θεοῖς ἀμβροσίας μετέσχε, καὶ Γανυμήδης ὁ τοῦ Δαρδάνου οὕτω κεκρατηκέναι λέγεται τοῦ πάντων ὑπάτου θεῶν, ὥστ’ αὐτὸν οὐκ ἀνασχέσθαι συμμετασχεῖν αὐτῷ τινα τῶν ἄλλων θεῶν τῆς θήρας τῶν παιδικῶν, ἀλλ’ αὐτῷ μόνῳ πρέπουσαν ἡγούμενον εἶναι εἰς Γάργαρον καταπτάντα τῆς Ἴδης ἀναγαγεῖν ἐκεῖσε τὰ παιδικά, ὅπου συνέσεσθαι τὸν ἅπαντα ἔμελλε χρόνον. τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηται τῶν καλῶν, ὥστ’
τὸ δὲ δὴ μέγιστον καὶ οἷον ἄν τις θαυμάσαι, ὁμιλῶν γὰρ τοῖς θεοῖς — οὐ γὰρ ἀνθρώπων γε οὐδέσι πλὴν εἰ μὴ τοῖς καλοῖς — ἐν δ’ οὖν τούτοις δημηγορῶν οὕτω πεποίηται σοβαρὸς τῷ κοινῷ τῶν Ἑλλήνων ποιητῇ καὶ θρασὺς
καὶ οὐχ ὁ μὲν Ζεὺς οὕτω μόνος ἑάλω τοῦ κάλλους, τῶν δ’ ἄλλων οὐδεὶς θεῶν, ἵνα μᾶλλον ἔχειν δοκῇ ταῦτα κατηγορίαν Διός, οὐχ ὑπὲρ τοῦ κάλλους εἰρῆσθαι· ἀλλ’ εἴ τις ἀκριβῶς ἐθελήσει σκοπεῖν, πάντας ἂν εὕροι θεοὺς ταὐτὰ πεπονθότας Διί, οἷον τὸν μὲν Ποσειδῶ τοῦ Πέλοπος ἡττημένον, Ὑακίνθου δὲ τὸν Ἀπόλλω, τὸν Ἑρμῆν δὲ τοῦ Κάδμου.
καὶ θεαὶ δ’ ἐλάττους οὐκ αἰσχύνονται φαινόμεναι τούτου, ἀλλ’ ὥσπερ φιλοτιμίαν αὐταῖς ἔχειν δοκεῖ τὸ τῷ δεῖνι συγγενομένην
τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηνται καὶ σπουδὴν ἀκούειν εἶναι καλαί, ὥστε καὶ τὸν ἡρώων τε κοσμήτορα καὶ θεῶν ποιητὴν οὐκ ἄλλοθέν ποθεν ἢ παρὰ τοῦ κάλλους πεπείκασιν ὀνομάξειν. ἥδιον ἂν οὖν ἀκούσαι λευκώλενος ἡ Ἥρα ἢ ,,πρέσβα
καίτοι ταῦτ’ οὐ μόνον ἀπόδειξιν
Ταῦτα μὲν ὁ Φίλων περὶ τοῦ κάλλους εἶπεν ἐπιθεὶς τοῦτο τῇ τελευτῇ, ὡς καὶ πλείω ἂν τούτων εἰρήκει, εἰ μὴ τὸ μακρολογεῖν ἠπίστατο τῶν ἀδοκίμων ἐν συμποσίῳ. μετ’ ἐκεῖνον δ’ εὐθὺς ᾿Δρίστιππος ἥπτετο τῶν λόγων πολλὰ πρότερον παρακληθείς ὑπ’ Ἀνδροκλέους· οὐ γὰρ ἐβούλετο λέγειν τὸ μετὰ Φίλωνα εὐλαβούμενος λέγειν. ἤρξατο δὲ ἐντεῦθεν·
Πολλοὶ πολλάκις ἄνθρωποι τὸ περὶ τῶν βελτίστων καὶ ἡμῖν συμφερόντων ἀφέντες λέγειν ἐφ’ ἑτέρας τινὰς ὥρμησαν ὑποθέσεις, ἀφ’ ὧν αὐτοῖς μὲν δοκοῦσι δόξαν προσάγειν, τοῖς δ’ ἀκροαταῖς τοὺς λόγους οὐδὲν λυσιτελοῦντας ποιοῦνται, καὶ διεληλύθασιν οἱ μὲν περὶ τῶν αὐτῶν ἐρίζοντες ἀλλήλοις, οἱ δὲ διηγούμενοι τὰ οὐκ ὄντα, ἕτεροι δὲ περὶ τῶν οὐδαμῶς
εἰ μὲν οὖν περί τινος ἑτέρου τοὺς λόγους
ἀλλ’ οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς Ἑλένη γενομένη οὕτως ἐθαυμάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ’ ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας ἰδὼν ἠγάσθη, ὥστ’ οὔσης αὐτῷ καὶ βασιλείας ἀσφαλεστάτης καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐχ ᾤετο βιωτὸν αὐτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δὲ πάντας εὐδαιμονίᾳ, εἰ ταύτην αὐτῷ γένοιτο συνοικεῖν. οὕτω δὲ διανοηθεὶς τὸ μὲν παρὰ τοῦ πατρὸς λαβεῖν ἀπειπών, μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην, τὴν δ’ ἀρχὴν ὑπερφρονήσας ἐχείνου καὶ παριδών, ὀλιγωρήσας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ’ αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν τοῦ πατρὸς εἰς
ἐπανελθοῦσαν δ’ εἰς Ἄργος, αὖθις ἀποδημοῦντος αὐτοῦ, ἐπειδὴ καθ’ ὥραν ἧν γάμων, καίτοι γε ἔχοντες καλάς τε καὶ εὖ γεγονυίας ἐκ τῆς Ἑλλάδος σφίσιν αὐτοῖς ἄγεσθαι γυναῖκας οἱ τῆς Ἑλλάδος βασιλεῖς, οἱ δὲ συνελθόντες ἐμνηστεύοντο ταύτην τὰς ἄλλας ἁπάσας ὑπεριδόντες ὡς φαυλοτέρας. γνόντες δ’ ὅτι περιμάχητος ἔσται, καὶ δείσαντες μὴ πόλεμος γένηται τῇ Ἑλλάδι, μαχομένων πρὸς ἀλλήλους, ὀμωμόκασιν ὅρκον τουτονὶ ψήφῳ κοινῇ, ἦ μὴν ἐπικουρήσειν τῷ ταύτης ἀξιωθέντι μηδ’ ἐπιτρέψειν ἤν τις ἀδικεῖν ἐγχειρῇ, ἕκαστος οἰόμενος ταύτην αὑτῷ τὴν συμμαχίαν παρασκευάζειν. τῆς μὲν οὖν ἰδίας γνώμης ἀπέτυχον πάντες πλὴν Μενελάου, τῆς κοινῆς δ’ ἐπειράθησαν αὐτίκα· οὐ πολλῷ γὰρ ὕστερον ἔριδος γενομένης ταῖς θεαῖς περὶ κάλλους, ἐπιτρέπουσι τὴν κρίσιν Πάριδι τῷ Πριάμου, ὁ δὲ τῶν μὲν σωμάτων τῶν θεῶν ἡττηθείς, τῶν δωρεῶν δ’ ἀναγκασθεὶς γενέσθαι κριτής, καὶ διδούσης Ἥρας μὲν τὴν τῆς Ἀσίας ἀρχήν, τὸ δ’ ἐν πολέμοις Ἀθηνᾶς κράτος, Ἀφροδίτης δὲ τὸν τῆς Ἑλένης γάμον, καὶ φαύλοις μὲν ἀνθρώποις γενέσθαι ἄν ποτε νομίσας οὐκ ἐλάττω βασιλείαν, Ἑλένης δ’ οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθῆναι, προείλετο τὸν ταύτης γάμον.
γενομένης δὲ τῆς ὑμνουμένης ἐκείνης στρατείας κατὰ τῶν Τρώων καὶ τῆς Εὐρώπης τότε πρῶτον κατὰ τῆς Ἀσίας
ἀλλ’ ἵνα μὴ δόξωμεν ἀπορίᾳ τῶν περὶ κάλλους λόγων περὶ ταῦτα διατρίβειν ἀεί, ἐφ’ ἕτερον βούλομαι μεταβῆναι οὐδαμῶς ἔλαττον ὄν, ὥστε δεῖξαι τὴν τοῦ κάλλους ἀξίαν, τῶν πρότερον εἰρημένων, τὴν Ἀρκάδος Ἱπποδάμειαν Οἰνομάου, ὅσους τοῦ ταύτης κάλλους ἁλόντας μᾶλλον αἱρουμένους ἀπέφηνεν ἀποθνήσκειν ἢ ταύτης διῳκισμένους τὸν ἥλιον προσορᾶν. ὡς γὰρ ἐλάβετο τῆς ἡλικίας ἡ παῖς καὶ τὰς ἄλλας ὁ πατὴρ οὐκ ὀλίγῳ
Οὕτω τὸ τοῦ κάλλους χρῆμα ἀνθρώποις τε θεῖον εἶναι δοκεῖ καὶ τιμώμενον ὑπὸ πάντων καὶ θεοῖς ἐσπούδασται πολλαχόσε. διὸ δὴ καὶ ἡμῖν οὐκ ἂν ἔχοι τις μέμφεσθαι δικαίως προὔργου λογισαμένοις τὸ ταῦτα περὶ κάλλους διεξελθεῖν. οὕτω μὲν δὴ καὶ Ἀρίστιππος διῆλθε τὸν λογον.
Σὺ δὲ λοιπὸς εἶ, Χαρίδημε. ὅπως δ’
Μηδαμῶς, ὦ πρὸς θεῶν, περαιτέρω προελθεῖν μὲ βιάσῃ· ἱκανὰ γὰρ δηλῶσαι τὴν συνουσίαν καὶ τὰ νῦν εἰρημένα, ἄλλως τ’ οὐδ’ ὅσαπερ εἶπον ἀπομνημονεύοντα. ῥᾷον γὰρ ἄν τις μνημονεύοι τῶν ἑτέροις εἰρημένων ἢ τῶν αὑτῷ.
Ταῦτα μὲν δή ἐστιν, ὧν ἐξ ἀρχῆς ἐπεθυμοῦμεν ἐπιτυχεῖν· οὐ γὰρ δὴ τοσοῦτον ἡμῖν τῶν λόγων ἐκείνων ὅσον ἐμέλησε τῶν σῶν ἀκοῦσαι. ὥστ’, ἢν τούτων ἀποστερήσῃς, κἀκεῖνα μάτην ἔσῃ πεπονηκώς. ἀλλὰ πρὸς Ἑρμοῦ τὸν ἅπαντα λόγον, ὥσπερ ὑπέστης ἐξ ἀρχῆς, ἀπόδος.
Βέλτιον μὲν ἦν τούτοις ἀπαλλάττειν με τῶν δυσχερῶν ἀγαπῶντα· ἐπεὶ δ’ οὕτω προθυμῇ καὶ τῶν ἡμετέρων ἀκοῦσαι λόγων, καὶ τοῦθ’ ὑπηρετεῖν ἀνάγκη.
Εἰ μὲν πρῶτος αὐτὸς ἦρχον περὶ τοῦ κάλλους λέγειν, προοιμίων ἂν ἐδεόμην συχνῶν, ἐπεὶ δ’ ἐπὶ πολλοῖς ἔρχομαι τοῖς πρότερον εἰρηκόσιν ἐρῶν, οὐδὲν ἀπεικὸς τοῖς ἐκείνων κεχρημένον ὡς προοιμίοις ἐπιφέρειν ἑξῆς τὸν λόγον, ἄλλως τ’ οὐδ’ ἑτέρωσε τῶν λόγων γινομένων, ἀλλ’ ἐνταῦθα καὶ τῆς αὐτῆς ἡμέρας, ὥστ’ ἐνεῖναι καὶ τοὺς παρόντας λαθεῖν, ὡς ἄρ’ οὐχ ἕκαστος ἰδίᾳ λογοποιοῦσιν, ἀλλὰ τὸν αὐτὸν ἕκαστος ἐπὶ μέρους διεξέρχονται λόγον. ἑτέρῳ μὲν οὖν ἤρκει γ’ ἂν εἰς εὐφημίαν ἅπερ ὑμῶν ἕκαστος ἔτυχεν εἰπὼν περὶ τοῦ κάλλους ἰδία, τούτῳ δὲ τοσοῦτον περίεστιν, ὥστε καὶ τοῖς ἐπιγιγνομένοις ἔξω τῶν νῦν εἰρημένων οὐ δεῖν ἐπαίνων τῶν εἰς αὐτό· πλεῖστα γὰρ πολλαχόθεν, αὐτὰ πρῶτα δεῖν λέγειν ἕκαστα, δόξαν παρίστησιν, ὥσπερ ἀνθέων εὐτυχοῦντι λειμῶνι, ἀεὶ τῶν φαινομένων ἄρτι προσαγομένων τοὺς δρεπομένους. ἐγὼ
τοῖς μὲν οὖν ἢ δι᾿ ἀνδρείαν ἢ καθ᾿ ἑτέραν τινὰ τῶν ἀρετῶν ἡμῶν προέχειν δοκοῦσιν, ἢν μὴ τῷ καθ’ ἡμέραν ποιεῖν εὖ ἀναγκάζωσιν ἡμᾶς εὖ αὐτοῖς διακεῖσθαι, βασκαίνομεν μᾶλλον, ἐξ ὧν τἂν οὐ καλῶς αὐτοῖς τὰ πράγματα πραττόμενα σχοίη· καλοὺς δ’ οὐ μόνον οὐ φθονοῦμεν τῆς ὥρας, ἀλλ’ εὐθύς τε ἰδόντες ἁλισκόμεθα ὑπεραγαπῶμέν τε οὐδ’ ἀποκνοῦμεν ὥσπερ κρείττοσιν, ὅσον ἂν ἡμῖν ἐξῇ, δουλεύοντες αὐτοῖς. ἥδιον
καὶ τῶν μὲν ἄλλων ἀγαθῶν, ὧν ἂν ἐνδεεῖς ὦμεν, οὐ περαιτέρω σπουδάζομεν τοῦ τυχεῖν, κάλλους δ’ ἡμῖν οὐδεὶς οὐδεπώποτε γέγονε κορος, ἀλλ’ ἐάν τε τὸν Ἀγλαΐης, τὸν εἰς Ἴλιόν ποτε συναναβάντα τοῖς Ἀχαιοῖς. ἐάν θ’ Ὑάκινθον τὸν καλὸν ἢ τὸν Λακεδαιμόνιον Νάρκισσον κάλλει νικῶμεν, οὐκ ἀρχεῖν ἡμῖν δοκοῦμεν, ἀλλὰ δεδοίκαμεν μὴ λάθωμεν τοῖς ἐπιγιγνομένοις ἂν καταλιπόντες ὑπερβολήν.
σχεδὸν δ’ ὡς εἰπεῖν πάντων τῶν ἐν ἀνθρωποις πραγμάτων ὥσπερ κοινὸν παράδειγμα τὸ κάλλος ἐστί, καὶ οὔτε στρατηγοῖς εἰς κάλλος ἠμέληται τὰ στρατεύματα συντάττειν οὔτε ῥήτορσι τοὺς λόγους συντιθέναι οὔτε μὴν γραφεῦσι τὰς εἰκόνας γεγραφέναι. ἀλλὰ τί ταῦτα λέγω, ὧν τὸ κάλλος τέλος ἐστίν; ὧν γὰρ εἰς χρείαν ἥκομεν ἀναγκαίως, οὐκ ἐλλείπομεν οὐδὲν σπουδὴς εἰς ὅσον ἔξεστι κάλλιστα κατασκευάζειν· τῷ τε γὰρ Μενέλεῳ οὐ τοσοῦτον ἐμέλησε τῆς χρείας τῶν οἴκων, ἢ ὅσον τοὺς εἰσερχομένους ἐκπλήττειν, καὶ διὰ τοῦθ’ οὕτω πολυτελεστάτους ἅμα κατεσκεύασε καὶ καλλίστους, καὶ τῆς Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή.
τοσοῦτον δὲ τὸ κάλλος τῶν ἄλλων ἁπάντων ὑπερέχειν δοκεῖ, ὥστε τῶν μὲν ἢ δικαιοσύνης ἢ σοφίας ἢ ἀνδρείας μετεχόντων πολλά τις ἂν εὕρον τιμώμενα μᾶλλον. τῶν δὲ ταύτης τῆς ἰδέας κεκοινωνηκότων βέλτιόν ἐστιν εὑρεῖν οὐδέν, ὥσπερ δὴ καὶ τῶν μὴ μετεσχηκότων ἀτιμότερον οὐδέν· μόνους γοῦν τοὺς μὴ καλοὺς ὀνομάζομεν αἰσχρούς, ὡς οὐδὲν ὄν, εἴ τί τις ἔχων τύχοι πλεονέκτημα τῶν ἄλλων κάλλους ἐστερημένος.
τοὺς μὲν οὖν ἢ δημοκρατουμένοις τὰ κοινὰ διοικοῦντας ἢ τυράννοις ὑποτεταγμένους τοὺς μὲν δημαγωγούς, τοὺς δὲ κόλακας καλοῦμεν, μόνους δὲ τοὺς ὑπὸ ταύτῃ τῇ δυνάμει γενομένους θαυμάζομέν τε φιλοπόνους τε καὶ φιλοκάλους ὀνομάζομεν καὶ κοινοὺς νομίζομεν εὐεργέτας τοὺς τὸν καλῶν ἐπιμελητάς. ὅτε τοίνυν οὕτω μὲν σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ τοῖς πᾶσιν ἐν εὐχῆς μέρει τυχεῖν κέρδος τε νομίζουσι τὸ τούτῳ τι διακονῆσαι δυνηθῆναι, πῶς ἡμᾶς εἰκότως οὐκ ἄν τις ἐμέμψατο, εἰ τοσοῦτον ἔχοντες κέρδος κερδαίνειν ἔπειθ’ ἑκοντὶ προϊέμεθα, μηδ’ αὐτὸ τοῦτο αἰσθέσθαι δυνηθέντες, ὅτι ξημιούμεθα;
Εὐδαίμονές γε, οἳ τοιαύτης ἀπολελαύκατε τῆς συνουσίας. σχεδὸν δ’ ἤδη κἀγὼ οὐδὲν ἔλαττον ὑμῶν ἔσχηκα διὰ σέ.